Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 7-3
Not analysed yet
εἰπὲ τὸ ἐνύπνιόν σου τοῖς παισί σου καὶ τὴν σύγκρησιν αὐτοῦ ἀπαγγελοῦμεν . τὴν μὲν γὰρ δουλείαν φησὶν ὁμολογοῦμεν, ἀλλὰ καὶ τὴν φύσιν γινώσκομεν. καὶ ἑρμηνεῦσαι μὲν, εἰ μάθοιμεν, τὸ ἐνύπνιον δυνησόμεθα. ἐρεῖν δὲ αὐτὸ, σοὶ μὲν γνωρισθέν, εἶτα λήθῃ παραδοθὲν, οὐ δυνάμεθα. ἀλλ ̓ οὐδὲν ἧττον ὁ μάταιος ἐπέκειτο τοῦ ἐνυπνίου ζητῶν τὴν ἀνάμνησιν. ἀπεκρίθη γάρ, φησίν ὁ βασιλεὺς καὶ εἶπεν·