Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 9-5
Not analysed yet
καὶ ἐκ τοῦ ἑνός φησι τῶν κεράτων ἐξῆλθε κέρας ἓν ἰσχυρόν. ἀντίοχον λέγει τὸν ἐπιφανῆ, ὃς ἀντιόχου τοῦ ἐπικαλουμένου μεγάλου υἱὸς ἐγεγόνει. καὶ ἐμεγαλύνθη φησὶ περισσῶς πρὸς νότον, καὶ πρὸς ἀνατολήν, καὶ πρὸς λίβα, καὶ πρὸς τὴν δύναμιν. δυνατός φησι γενόμενος περιεγένετο μὲν τοῦ τῆς αἰγύπτου βασιλέως, ὑφ’ ἑαυτὸν δὲ καὶ τὰ πρὸς ἕω κείμενα ἐποιήσατο ἔθνη· ἐπεστράτευσε δέ, φησί, καὶ τοῖς ἰουδαίοις, καὶ τὴν ἁγίαν μητρόπολιν κατεστρέψατο· δύναμιν γὰρ αὐτὴν προσηγόρευσε, διὰ τὴν ἐπανθοῦσαν τῷ ναῷ τηνικαῦτα χάριν θείαν. καὶ τοῦτο σαφέστερον ποιῶν ἐπήγαγε·