Ancient Greek · ~8 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 10-6
Not analysed yet
καὶ ἐμεγαλύνθη, ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως, καὶ ἀπὸ τῶν ἀστέρων, καὶ συνεπάτησεν αὐτούς. ταῦτα σαφέστερον ἡμᾶς ἡ τῶν μακκαβαίων βίβλος ἥ τε πρώτη καὶ ἡ δευτέρα διδάσκει, καὶ ἰώσηππος δὲ ὁ ἱστοριογράφος ἀκριβῶς ταῦτα συνέγραψε, καὶ ἡμεῖς δὲ συντόμως τὰ κατ’ αὐτὸν διηγησόμεθα. τῶν ἐκ γένους ἀρχιερατικοῦ πρὸς τὸν τηνικαῦτα ἀρχιερέα τῶν ἰουδαίων στασιασάντων, οἱ ταύτης τῆς ἀρχῆς ἐφιέμενοι, πρὸς τὸν ἀντίοχον παραγενόμενοι, πείθουσιν αὐτὸν τὴν ἰουδαϊκὴν πολιτείαν εἰς ἑλληνικὴν μεταβάλλειν, καὶ γυμνάσιον ἐν τῇ πόλει οἰκοδομῆσαι. τούτων γενομένων, οἱ μὲν εὐσεβεῖς ἐν θρήνοις ἦσαν, τὴν προφανῆ τῶν νόμων ὁρῶντες παράβασιν, ὁ δὲ λοιπὸς ὅμιλος ἀδεῶς τὸν θεῖον ἐπάτει νόμον, καὶ εἰς τὴν τῆς περιτομῆς ἐξύβριζον ἐντολήν. σφοδροτέρας δὲ γενομένης τῆς στάσεως, ἀφικόμενος ὁ ἀντίοχος πλείστους μὲν ἀνεῖλε τῶν εὐσεβῶν, τετόλμηκε δὲ καὶ τῶν τοῦ ναοῦ ἀδύτων ἐπιβῆναι. καὶ ἐπιβὰς πάντα ἐσύλησε τὸν νεών, τούς τε θησαυροὺς σφετερισάμενος, καὶ τὰ ἀναθήματα ἅπαντα, ἐκπώματά τε καὶ φιάλας, καὶ κρατῆρας, καὶ τὴν χρυσῆν τράπεζαν, καὶ τὸ χρυσοῦν θυμιατήριον, καὶ τὰς ἐκ χρυσίου κατεσκευασμένας λυχνίας, καὶ πάντα ἁπαξαπλῶς θείας ἱερουργίας τὰ ὄργανα. πρὸς δὲ τούτοις καὶ βωμὸν ἐν τῷ τοῦ θεοῦ νεῷ ᾠκοδόμησε τῷ διΐ, καὶ πᾶσαν δὲ τὴν πόλιν εἰδώλων ἐνέπλησε, καὶ πάντας θύειν ἠνάγκαζεν· αὐτὸς δὲ καὶ χοῖρον ἔθυσεν ἐν τῷ θείῳ βωμῷ, καὶ διὸς ὀλυμπίου τὸν νεὼν προσηγόρευσε. ταῦτα ἅπαντα ὁ μακάριος προδιδάσκει δανιήλ · ὁρᾶ γὰρ διὰ τοῦ κέρατος αὐτὸν τὸν ἀντίοχον, ὅτι ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ, ἀντὶ τοῦ τῇ μανίᾳ κατ’ αὐτοῦ τοῦ θεοῦ τῶν ὅλων ἐχρήσατο, ᾧ καὶ ὁ λεὼς καὶ ὁ νεὼς ἀνέκειτο. καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων, καὶ συνεπάτησεν αὐτούς. πλεῖστοι γὰρ ἐκ τοῦ λαοῦ, τὸν τοῦ θεοῦ παραβάντες νόμον, τῆς τῶν οὐρανίων ἐξέπεσον τάξεως, καὶ ὑπὸ τῆς τούτου κατεπατήθησαν τυραννίδος, σφᾶς αὐτοὺς καταλύσαντες. ἀστέρας δὲ αὐτοὺς ὠνόμασε διὰ τὸ περιφανὲς καὶ λαμπρὸν τῆς εὐσεβείας. αἰνίττεται δὲ καὶ τὴν πρὸς τὸν ἀβραὰμ ὑπόσχεσιν· ποιήσω γάρ φησι τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ. οὐκ ἠρκέσθη γάρ φησι τῷ συμπατῆσαι πολλοὺς τῶν καλουμένων ἀστέρων, ἀλλὰ καὶ