Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 95
Not analysed yet
εὐλογητὸς κύριος ὁ θεὸς τοῦ σεδρὰχ ,μισὰχ καὶ ἀβδεναγώ ,ὃς ἀπέστειλε τὸν ἄγγελον αὑτοῦ καὶ ἐῤῥύσατο τοὺς παῖδας αὐτοῦ, ὅτι ἐπεποίθησαν ἐπ ̓ αὐτῷ καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν, καὶ παρέδωκαν τὰ σώματα αὐτῶν, ὅπως μὴ λατρεύσωσι μηδὲ προσκυνήσωσι παντὶ θεῷ ἑτέρῷ ἀλλ ̓ τῷ θεῷ αὑτῶν . ἀεὶ τῇ πείρᾳ παραλαμβάνων ὁ μάταιος τοῦ θεοῦ τὴν δύναμιν λήθῃ τὰ θαύματα παραδίδωσι τοῦτο καὶ ἐπὶ τοῦ θειοτάτου πεποίηκε δανιὴλ . ἀναστὰς γὰρ προσεκύνησεν αὐτῷ καὶ μαναὰ καὶ εὐωδίαν προσενεχθῆναι αὐτῷ παρηγγύησε. καὶ νῦν δὲ ὡσαύτως θεασάμενος τῶν ἁγίων τούτων τὴν σωτηρίαν, ὑμνεῖ τὸν θεὸν καὶ θαυμάζει τοὺς ἄνδρας, ὅτι ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως, καὶ προετίμησαν, φησίν, εὐσεβῆ θάνατον παρανόμου ζωῆς.