Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 96
Not analysed yet
καὶ νῦν φησίν ,ἰδοὺ ἐγὼ ἐκτίθημι δόγμα, ὅπως πᾶς λαός, φυλή, γλῶσσα, ἢ ἂν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ σεδρὰχ ,μισὰχ ἀβδεναγώ ,εἰς ἀπώλειαν ἔσονται, καὶ οἱ οἶκοι αὐτῶν διαρπαγήσονται, καθότι οὐκ ἔστι θεὸς ἕτερος ὃς δυνήσεται ῥύσασθαι οὕτως . καὶ τῷ ὄντι τῇ πείρᾳ τοῦτο μεμάθηκε. πολλῶν γὰρ καλουμένων θεῶν καὶ τεμένη καταλύσας, καὶ τὰ ταμεῖα συλήσας βωμοὺς ἀνασπάσας καὶ τοὺςἱερωμένους αὐτῶν κατασφάξας, οὐδεμιᾶς θείας εὐεργείας ἐδέξατο πεῖραν. κατὰδὲ τῶν τῷ θεῷ ἀνακειμένων τῇ λύττῃ χρησάμενος, εἶδε τοῦ θεοῦ καὶ τὴν ἄπειρονδύναμιν καὶ τὴν τὴν ἄῤῥητον. τοὺς μὲν γὰρ οἰκείους θεράποντας ἀκραιφνεῖς διεφύλαξεν, αὐτὸν δὲ τέως δίκας τῆς μανίας οὐκ εἰσεπράξατο ἐπιμείναντα δὲ τῇ δυσσεβείᾳ μετὰ βραχὺ μετρίως ἐκόλασεν· εἶτα μετανοίᾳ χρησάμενον φιλανθρωπίας ἠξίωσεν