Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1000
Not analysed yet
καὶ ἐγὼ ἀποκριθῶ ὑμῖν, οἶκος Ἰσραὴλ, εἰ ἀποκριθήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο. Ἐλπίζετε, φησὶ, τῆς πατρῴας παρανομίας καὶ τῆς δυσσεβείας ἐν ὑμῖν πολιτευομένης, καὶ τούτων ἁπάντων ὧν διεξῆλθον ὑφ' ὑμῶν τολμωμένων, ἀποκρίσεώς τινος παρ' ἐμοῦ τυχεῖν. Μὴ ἐξαπατᾶτε ὑμᾶς αὐτούς· τῶν γὰρ ἀδυνάτων ἐμὲ πρὸς τὰς ὑμετέρας ἀποκρίνασθαι πεύσεις, τῆς ἀσεβείας παρ' ὑμῶν τολμωμένης. Πείθω δὲ ὑμᾶς διὰ τῶν πραγμάτων καὶ τὴν τοιαύτην ἀποῤῥίψαι ἐλπίδα· τοῦτο γὰρ ἐσήμανεν εἰρηκὼς, «Καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο.» λβʹ. Καὶ οὐκ ἔσται, ὃν τρόπον ὑμεῖς λέγετε, Ἐσόμεθα ὡς τὰ ἔθνη, καὶ ὡς αἱ φυλαὶ τῆς γῆς, τοῦ λατρεύειν ξύλοις καὶ λίθοις. Οὐ μὴν δὲ οὐδὲ ἐκεῖνο ὑμῶν πέρας λήψεται, ὅτι πᾶσι παραπλησίως τοῖς ἔθνεσι τὰ ξύλα καὶ τοὺς λίθους θεοποιοῦντες, τῷ Θεῷ πρέπον αὐτοῖς προσοίσετε γέρας. Κέχρηται πάλιν τῷ συνήθει ὅρκῳ· κατὰ γὰρ τὸν μακάριον Ἀπόστολον, ἐπειδὴ κατ' οὐδενὸς ἔχει μείζονος ὀμόσαι, φησί· λγʹ. Διὰ τοῦτο, ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, εἰ μὴ ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐν θυμῷ κεχυμένῳ βασιλεύσω ἐφ' ὑμᾶς. Οὐκ ἔτι γὰρ, φησὶ, τῇ συνήθει χρήσομαι μακροθυμίᾳ, ἀλλὰ τὴν βασιλείαν μου καὶ τὴν ἐξουσίαν διὰ παιδείας γυμνώσω· διὰ γὰρ τῆς «χειρὸς τῆς κραταιᾶς καὶ τοῦ ὑψηλοῦ βραχίονος,» τὸ δυνατὸν ὁμοῦ καὶ τὸ τιμωρητικὸν παρεδήλωσεν· εἶτα καὶ τὸν τρόπον τῆς παιδείας διδάσκει. λδʹ. Καὶ ἐξάξω ὑμᾶς ἐκ τῶν λαῶν, καὶ εἰσδέξομαι ὑμᾶς ἐκ τῶν χωρῶν, ὧν διεσπάρητε ἐν αὐτοῖς, ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐν θυμῷ καιομένῳ. Πρῶτον μὲν γὰρ, φησὶ, τῆς νῦν κατεχούσης αἰχμαλωσίας ἐλευθερώσω, καὶ εἰς τὴν προτέραν ἐπανάξω γῆν. λεʹ, λϛʹ. Ἔπειτα ἐξάξω ὑμᾶς εἰς τὴν ἔρημον τῶν λαῶν, καὶ διακριθήσομαι πρὸς ὑμᾶς ἐκεῖ πρόσωπον κατὰ πρόσωπον. Ὃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ τῆς Αἰγύπτου, οὕτω κρινῶ ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος. Ἔρημον δὲ καλεῖ λαῶν τὰ ἔθνη πάλαι ἔρημα ὄντα Θεοῦ· προεσήμανε δὲ διὰ τούτου, ὅτι τῆς εὐσεβείας εἰς τὰ ἔθνη ἀχθείσης καὶ οὗτοι τῆς τῶν εἰδώλων ἀποστήσονται θεραπείας, τὴν τῶν πάλαι δυσσεβῶν ἐθνῶν μεταβολὴν αἰσχυνόμενοι. Τὸ δὲ, «Διακριθήσομαι πρὸς ὑμᾶς πρόσωπον κατὰ πρόσωπον,» τὸν διὰ τῶν πραγμάτων γινόμενον ἔλεγχον παραδηλοῖ· Αὐτὰ γὰρ, φησὶ, τότε τὰ πράγματα μονονουχὶ βοῶντα διελέγχει ὑμῶν τὴν ἀπειθῆ καὶ παράνομον γνώμην, τὴν τῶν πάλαι ἐστερημένων λαῶν εὐπείθειαν δεικνύντα· ὥσπερ τοίνυν πρὸς τοὺς ὑμετέρους πατέρας ἐν τῇ ἐρήμῳ διακριθεὶς, ὀλέθρῳ αὐτοὺς παν-