Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.997
Not analysed yet
τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὑτῶν.» Ἐπειδὴ γὰρ εἶδον αὐτοὺς οὐδεμίαν ὠφέλειαν ἐκ τῶν ἐμῶν παραινέσεων δεχομένους, εἴασα λοιπὸν αὐτοὺς τοῖς οἰκείοις ἀκολουθεῖν λογισμοῖς, κυβερνᾷν αὐτοὺς οὐκ ἀνεχόμενος· τοῦτο καὶ ἐνταῦθα παρεδήλωσεν εἰρηκώς· «Μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν.» Σαφέστερον δὲ τοῦτο ὁ Ἀκύλας ἡρμήνευσεν εἰρηκώς· «Καὶ ἐμίανα αὐτοὺς ἐν τοῖς δόγμασιν αὐτῶν,» ἐν τῷ παραγαγεῖν πᾶν διανοῖγον μήτραν· συνεχώρησα γὰρ αὐτοῖς μιαίνεσθαι τοῖς σφῶν ἐπιτηδεύμασιν ἐν τῷ διὰ πυρὸς παράγειν τὰ παιδία, καὶ τὰ πρωτότοκα τῶν παίδων προσφέρειν τοῖς δαίμοσι, τὰς ἀξίας αὐτοῖς λοιπὸν προσφέρων τιμωρίας. κζʹ, κηʹ. Διὰ τοῦτο λάλησον πρὸς τὸν οἶκον Ἰσραὴλ, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἕως καὶ τούτου παρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς παραπτώμασιν αὐτῶν, ἐν οἷς παρέπεσον εἰς ἐμέ. Καὶ εἰσήγαγον αὐτοὺς εἰς γῆν εἰς ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναί με αὐτὴν αὐτοῖς, καὶ εἶδον πάντα βουνὸν ὑψηλὸν, καὶ πᾶν ξύλον κατάσκιον, καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὑτῶν, καὶ ἔταξαν ἐκεῖ θυμὸν δώρων αὑτῶν, καὶ ἔθεντο ἐκεῖ ὀσμὴν εὐωδίας αὑτῶν, καὶ ἔσπεισαν ἐκεῖ σπονδὰς αὑτῶν. Οὐκ ἠρκέσθησαν, φησὶ, τῇ ἐν Αἰγύπτῳ ἀντιλογίᾳ, καὶ ταῖς ἐν τῇ ἐρήμῳ παρανομίαις, ἀλλὰ καὶ εἰς τὴν ἐπαγγελθεῖσαν αὐτοῖς εἰσελθόντες γῆν πολλῆς αὐτὴν ἀσεβείας ἐνέπλησαν, ἐν ἅπασι τοῖς βουνοῖς καὶ ἐν τοῖς ἄλσεσι βωμοὺς δειμάμενοι, καὶ εἴδωλα ἱδρυσάμενοι, καὶ σπονδὰς αὐτοῖς καὶ θυσίας διαφόρους προσενεγκόντες. Τὸ δὲ, «Ἔταξαν ἐκεῖ θυμὸν δώρων αὑτῶν·» ἀντὶ τοῦ Τοῖς παρανόμοις αὑτῶν ἐκείνοις δώροις τὸν ἐμὸν διήγειραν θυμόν. κθʹ. Καὶ εἶπον πρὸς αὐτοὺς, Τί ἐστιν Ἀβαμὰ (ἢ ὡς Σύμμαχος ἔφη, τί ἐστι Βαμά), ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Βαμὰ ἕως τῆς σήμερον ἡμέρας. Τόπος οὗτος ἐπίσημος ἐκ τῆς περὶ τὰ εἴδωλα δυσσεβείας γεγενημένος. Εἶπεν τοίνυν αὐτοῖς, Ποῖον ἐκεῖθεν λαμβάνετε κέρδος; τίς ὑμῖν ἀπὸ τῆς Βαμὰ ὠφέλεια γενήσεται, ὅτι καὶ οὕτως αὐτὴν ἐπίσημον ἐποιήσατε, ὡς καὶ τὴν προσηγορίαν μέχρι τοῦ παρόντος βεβαίαν διαμεῖναι; λʹ, λαʹ. Διὰ τοῦτο εἰπὲ πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, Τάδε λέγει Ἀδωναῒ Κύριος· Εἰ ἐν ταῖς ἀνομίαις τῶν πατέρων ὑμῶν ὑμεῖς μιαίνεσθε, καὶ ὀπίσω τῶν βδελυγμάτων αὐτῶν ὑμεῖς ἐκπορεύεσθε· καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν πόνων ὑμῶν, καὶ ἐν τοῖς ἀφορισμοῖς ὑμῶν ἐν τῷ διάγειν τὰ τέκνα ὑμῶν ἐν πυρὶ ὑμεῖς μιαίνεσθε, καὶ ἐν πᾶσι τοῖς ἐνθυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας,