Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1012
Not analysed yet
ιβʹ. Ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου, ὅτι ἐγένετο ἐν τῷ λαῷ αὕτη ἐν πᾶσι τοῖς ἀφηγουμένοις τοῦ Ἰσραὴλ, οἱ παροικοῦντές μοι εἰς ῥομφαίαν ἐγένοντο σὺν τῷ λαῷ μου. Τί ταύτης ἐφάμιλλον ἀγαθότητος; κολάζει δικαίως, καὶ θρηνεῖν τῷ προφήτῃ παρακελεύεται· οὐ γὰρ ἑκὼν κολάζει, ἀλλ' ὑπὸ τῆς τοῦ λαοῦ παρανομίας ἀναγκαζόμενος. γυναικὶ δὲ παραπλησίως θαυμάζειν τῷ προφήτῃ παρεγγυᾷ, ὅτι οὐχ ὁ λαὸς μόνος, ἀλλὰ καὶ οἱ τούτου ἄρχοντες παρεδόθησαν τῇ ῥομφαίᾳ, καὶ τὸ πάντων ἀνιαρώτατον, «Οἱ παροικοῦντές μοι, φησὶν, εἰς ῥομφαίαν ἐγένοντο σὺν τῷ λαῷ μου.» Κοινωνήσαντες γὰρ τῷ λαῷ τῆς παρανομίας οἱ ἱερεῖς, ἐκοινώνησαν καὶ τῆς τιμωρίας. Τούτους γὰρ ὠνόμασε παροικοῦντας, ἅ τε δὴ ἔνδον ἐν τῷ θείῳ νεῷ διάγοντας, καὶ τὰς ἱερατικὰς λειτουργίας πεπιστευμένους. ιγʹ. Διὰ τοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου, ὅτι δεδικαίωται, καὶ τί, εἰ καὶ φυλὴ ἀπωσθῇ; οὐκ ἔσται. λέγει Ἀδωναῒ Κύριος. Διὰ τοῦ κρότου, φησὶ, τῶν χειρῶν σήμανον τῆς συμφορᾶς τὴν ὑπερβολὴν, καὶ θαύμασον τῆς τιμωρίας τὸ δίκαιον. Οὔτε γὰρ μικρὰ διὰ τῆς τιμωρίας τοῖς ὑπολειφθεῖσιν ἡ ὠφέλεια γενήσεται· ἀρχὴ γὰρ αὐτῆς δικαιώσεως αὕτη κατασταθήσεται· εἰ γὰρ καὶ νῦν ἀπωσθῇ ἡ τῶν ἄλλων ἐθνῶν κεχωρισμένη φυλὴ (πάντα δὲ τὸν Ἰουδαϊκὸν διὰ τούτου σημαίνει λαὸν), ἀλλ' ἔσται πάλιν, καὶ ἀνακλήσεως τεύξεται· ἀρκεῖ γὰρ εἰς βεβαίωσιν τῶν λεγομένων τὸ αὐτὸν ταῦτα λέγειν τὸν Δεσπότην καὶ Κύριον. ιδʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, προφήτευσον καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα, καὶ διπλασίασον ῥομφαίαν, ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστι, ῥομφαία τραυματιῶν ἡ μεγάλη. Τρίτην ῥομφαίαν καλεῖ τὴν ἐν τῷ ἐννάτῳ ἔτει τῆς βασιλείας Σεδεκίου γενομένην κατὰ τῆς Ἱερουσαλὴμ στρατείαν· ἀλλὰ τῷ μὲν ἀριθμῷ τετάρτη ἐστίν· ἐπειδὴ δὲ ἡ ἐπὶ Ἰεχονίου γενομένη ἀναιμωτὶ ἐγεγένητο (αὐτόματος γὰρ ἐξῆλθεν ὁ βασιλεὺς πρὸς τὸν Ναβουχοδονόσορ σὺν τῇ μητρὶ, καὶ τῇ γυναικὶ, καὶ τοῖ ἄρχουσι, καὶ οὕτως ἀπήχθη δορυάλωτος εἰς Βαβυλῶνα), εἰκότως τρίτην καλεῖ ῥομφαίαν τὴν ἐπὶ Σεδεκίου γενομένην, τὰς συμπλοκὰς ἀριθμῶν, καὶ τὰς παρατάξεις, ἀλλ' οὐχ ἁπλῶς τὰς ἐφόδους· διὸ καὶ λέγει· «Ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστιν ἡ μεγάλη.» Εἶτα διδάσκει, τί δήποτε αὐτῷ παρακελεύεται κροτῆσαι τὰς χεῖρας. ιεʹ. Καὶ ἐκστήσεις αὐτοὺς, ὅπως θραυσθῇ ἡ καρδία αὐτῶν, καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην αὐτῶν· παραδέδονται εἰς σφάγια ῥομφαίας. Καὶ πρᾶττε, φησὶ, καὶ λέγε τὰ δεδίξασθαι αὐτοὺς δυνάμενα, ὅπως θραυ-