Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1013
Not analysed yet
σθῶσιν αἱ καρδίαι αὐτῶν, ἀντὶ τοῦ, ἵνα μαλαχθῇ καὶ οἱονεὶ συντριβῇ τὸ ἀντίτυπον τῆς καρδίας αὐτῶν τῇ προῤῥήσει τῶν ἀλγεινῶν. Ἱκανὸν δὲ αὐτοὺς ἐκδειματῶσαι, ὅτι σφαγῇ παραδοθήσονται, καὶ ὅτι πλήρεις πᾶσαι αἱ πύλαι τῶν ἀναιρουμένων γενήσονται. Εἶτα μετὰ προσωποποιΐας τινὸς σημαίνει τὴν παρ' αὐτοῦ γενομένην συγχώρησιν. Εὖγε ὀξεῖα γέγονεν εἰς σφαγὴν, εὖ γέγονεν εἰς στίλβωσιν, ὡς ἀστραπὴ διαπορεύου. (ιϛʹ.) Ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται. Ἄμφηκές φησι τὸ ξίφος, ἑκατέρωθεν τεθηγμένον· εὖ μάλα εἰς ἀκμὴν ἠκονημένον, ἀστραπῆς δίκην ἀφιὲν λαμπηδόνας. Διό φησιν εἰς ὁπότερον βούλῃ χώρισον μέρος, εἴτε τὸ δεξιὸν, εἴτε τὸ εὐώνυμον· ἕξεις γὰρ κἀμὲ συνεργοῦντα. Τοῦτο γὰρ παρεδήλωσεν ἐπαγαγών· ιζʹ. Καὶ ἐγὼ δὲ κροτήσω μου χεῖρα πρὸς χεῖρα, καὶ ἐπαφήσω τὸν θυμόν μου, ἐγὼ Κύριος λελάληκά σοι. Διὰ τοῦτο καὶ ὁ μακάριος Ἱερεμίας ἔλεγεν· «Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ πορεύσεται ἄνθρωπος, καὶ κατευθυνεῖ ὁδὸν αὑτοῦ·» διδάσκων, ὡς τῶν τοιούτων οὐδὲν δίχα τῆς ἄνωθεν ἐνεργείας ἢ συγχωρήσεως γίγνεται· ἐνεργεῖ μὲν τὰ πρέποντα, συγχωρεῖ δὲ τ' ἄλλα καθ' ἕτερον τρόπον οἰκονομίας, καὶ τῷ αὐτεξουσίῳ τῶν ἀνθρώπων παραχωρῶν, καὶ τῷ τρόπῳ τούτω δίκας τῶν ἁμαρτημάτων πραττόμενος. ιηʹ—κʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς, τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο ἀρχαὶ, ἑτοίμασαι χεῖρα κεντοῦσαν ἐν ἀρχῇ ὁδοῦ ἑκάστης πόλεως. Κεντοῦσαν ἐπ' ἀρχῆς ὁδοῦ διατάξεις, τοῦ εἰσελθεῖν ῥομφαίαν ἐπὶ Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ ἐπὶ τὸν Ἰούδαν ἐν Ἱερουσαλήμ. Ὡς ἐν εἰκόνι, φησὶ, διάγραψον μίαν ὁδὸν διχῆ μεριζομένην, καὶ τὴν μὲν κατ' εὐθὺ τῆς Ἱερουσαλὴμ φερομένην, τὴν δὲ εἰς τὴν Ῥαββὰθ υἱῶν Ἀμμὼν διατεινομένην· ἐπειδὴ γὰρ ὁ Ναβουχοδονόσορ ἀπὸ Βαβυλῶνος ὁρμώμενος, καὶ κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἀμμανιτῶν ἐπεστράτευσε, προλέγει ταῦτα ὁ Θεὸς διὰ τοῦ προφήτου. Ῥαββὰθ δὲ υἱῶν Ἀμμὼν εἶπεν, ἐπειδὴ ἔστι καὶ ἑτέρα ὁμώνυμος, ἡ τοῦ Ἀμμάν· ταύτην δὲ τὴν τοῦ Ἀμμάν φασί τινες εἶναι τὴν νῦν ἐν τῇ Ἀραβίᾳ Φιλαδελφίαν καλουμένην, ἥτις μέχρι νῦν Ἀμμὰν τῇ ἐπιχωρίῳ φωνῇ προσαγορεύεται. Τούτοις ἐπιφέρει· καʹ. Διὸ στήσεται ὁ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδὸν, ἐπ' ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύσασθαι μαντείαν τοῦ ἀναβράσαι ῥάβδους, καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς, καὶ ἡπατο-