Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1016
Not analysed yet
σκοπήσασθαι. Τὴν γὰρ διχῆ, φησὶ, μεριζομένην καταλαβὼν ὁδὸν, ἧς τὸ μὲν εἰς τὴν Ἰουδαίαν, τὸ δὲ εἰς τὴν Ῥαββὰθ ἀπάγει, τῇ διὰ τῶν ῥάβδων χρήσεται μαντείᾳ, ὡσαύτως δὲ καὶ τῇ τῶν σφαγίων σπλαγχνοσκοπείᾳ, μαθεῖν βουλόμενος, ποῖ δεῖ στρατεῦσαι πρότερον· τούτων δὲ, φησὶν, ὑπ' αὐτοῦ γιγνομένων· κβʹ. Ἐκ δεξιῶν αὐτοῦ ἐγένετο τὸ μαντεῖον ἐπὶ Ἱερουσαλὴμ, τοῦ περιβαλεῖν χάρακα, καὶ τοῦ διανοῖξαι στόμα ἐν βοῇ, καὶ ὑψῶσαι φωνὴν μετὰ κραυγῆς σάλπιγγος, τοῦ βαλεῖν χάρακας ἐπὶ τὰς πύλας αὐτῆς, καὶ βαλεῖν χῶμα, καὶ οἰκοδομῆσαι βελοστάσεις. Προσήκει δὲ εἰδέναι, ὅτι τῶν ἐσομένων οὐδὲν οἱ δαίμονες ἴσασι· καταστοχαζόμενοι δὲ τῶν πραγμάτων, προλέγειν ἐπιχειροῦσι· καὶ ἔστι μὲν ὅτε κατευθὺ φέρονται, πολλάκις δὲ καὶ διαμαρτάνουσι· καὶ τοῦτο οὐ μόνον ἀπὸ τῶν πραγμάτων ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἀπὸ τῆς θείας διδαχθῆναι Γραφῆς. Εἰπόντες γὰρ διὰ Σεδεκίου τοῦ ψευδοπροφήτου νίκην τοῦ Ἀχαὰβ, τῆς ἀληθείας ἐξέπεσαν· οὐ γὰρ μόνον ἡττήθη παραταξάμενος, ἀλλὰ καὶ ἀνῃρέθη· καὶ ἐνταῦθα δὲ καὶ τὸν δεδομένον τῷ Ἰσραὴλ ἐπιστάμενοι νόμον, καὶ τὴν ἔξω τῶν τούτων διαγορεύσεων πολιτείαν ὁρῶντες, καὶ μέντοι καὶ τῶν προφητικῶν προῤῥήσεων ἐπαΐοντες, πανταχόθεν τὴν θείαν ἀγανάκτησιν ἐδιδάσκοντο· ταύτην τοίνυν καὶ διὰ τῶν μαντείων τῷ δυσσεβεῖ προεσήμαινον βασιλεῖ, ὅτι δεῖ πρῶτον τῇ Ἱερουσαλὴμ ἐπιστρατεῦσαι, καὶ χαρακώμασι καὶ χώμασι χρήσασθαι, καὶ τοῖς ἄλλοις ἅπασι πολεμικοῖς μηχανήμασιν. Ἀλλὰ τούτων, φησὶν, ὑπὸ τούτου γιγνομένων, καταφρονοῦσιν οἱ πολιορκούμενοι, οὐκ ἀρετῇ θαῤῥοῦντες, ἀλλ' ἀναλγησίᾳ νοσοῦντες. Καὶ τοῦτο διδάσκων ἔφη· κγʹ. Καὶ αὐτὸς αὐτοῖς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν, ἑβδομάζοντες ἑβδομάδας αὐτοῖς. Οὕτω, φησὶ, διάκεινται, ὡς χρηστὰ τῶν μαντείων αὐτοῖς σημαινόντων· τοῦτο γὰρ ᾐνίξατο διὰ τοῦ ἐνώπιον αὐτῶν τουτέστιν, ὡς ὑπὲρ αὐτῶν τῶν μαντείων γεγενημένων, καὶ ὡς ἑβδομάδα ἑβδομάδων ἑορτάζοντες οὕτω διάγουσι· μία δὲ ἦν αὕτη τῶν τριῶν τῶν μεγίστων ἑορτή· ἀλλ' οὐκ ἀκολουθήσει, φησὶ, ταῖς αὐτῶν δόξαις τὰ πράγματα. «Καὶ αὐτὸς γὰρ, φησὶν, ἀναμιμνήσκων ἀδικίαν αὐτῶν τοῦ συλληφθῆναι.» Ἡ γὰρ μνήμη τῆς παρανομίας αὐτῶν αἰτία τῆς ἁλώσεως αὐτῶν ἔσται. κδʹ. Διὰ τοῦτο, τάδε λέγει Ἀδωναῒ Κύριος, Ἀνθ' ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν τοῦ ὁραθῆναι τὰς ἁμαρτίας ὑμῶν ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν, καὶ ἐν πᾶσι τοῖς ἐπιτηδεύμασιν ὑμῶν, ἀνθ' ὧν ἀνεμνήσατε ἐν τούτοις, ἁλώσεσθε ἐν αὐτοῖς. Ὑμεῖς, φησὶν, αἴτιοι, καὶ τῆς τῶν πολεμίων θρασύτητος, καὶ τῆς τῶν δαιμόνων ἀληθείας ἐγένεσθε·