Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1028
Not analysed yet
σεν αὐτοὺς Κύριος ὁ Θεός·» διὰ δὲ τῶν εἰρημένων ὑλῶν τὰ παντοδαπὰ τῆς κακίας παρεδήλωσεν εἴδη· καὶ τοῦτο πάλιν διὰ Ἱερεμίου τοῦ προφήτου μαθεῖν δυνατόν· ταύτην γὰρ τῶν Ἰουδαίων τὴν κατηγορίαν ποιούμενος ἔφη καὶ αὐτός· «Ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλυβδος, εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ· αἱ πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν.» Ὅθεν ἐπήγαγεν· «Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος ὁ Θεός.» Φυσητῆρα δὲ τὴν θείαν ἐνέργειαν ἀπεκάλεσε· πῦρ δὲ νῦν μὲν τὸν παιδευτικὸν καὶ καθαρτήριον λόγον, νῦν δὲ τὴν δι' ἔργων τιμωρίαν. Δι' ἀμφοτέρων δὲ ἡ θεία δύναμις ἐνεργεῖ. Ἀργυροκόπον δὲ πάλιν τὴν προφητικὴν διδασκαλίαν ὠνόμασε, μόλυβδον δὲ τὴν τιμωρίαν· ὅτι γὰρ μόλυβδος ἐμβάλλεται τῷ ἀργύρῳ χωνευομένῳ, ὡς ἂν τὸ ἐν τούτῳ κίβδηλον δαπανήσειεν, καὶ ἡ τιμωρία τοῖς ἀξίοις ἐπιφέρεται, ἵνα καθαροὶ τῆς ἁμαρτίας ἀναφανῶσι. Τοῦτο καὶ ἐνταῦθα ποιήσειν ἀπειλεῖ. ιθʹ—κβʹ. Διὰ τοῦτο εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐγένεσθε πάντες εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἰδοὺ ἐγὼ εἰσδέξομαι ὑμᾶς ἐν μέσῳ Ἱερουσαλήμ. Καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς, καὶ σίδηρος, καὶ μόλυβδος, καὶ κασσίτερος ἐν μέσῳ καμίνου, τοῦ ἐμφυσῆσαι εἰς αὐτὴν πῦρ εἰς τὸ χωνευθῆναι, οὕτως εἰσδέξομαι ὑμᾶς ἐν τῇ ὀργῇ μου, καὶ ἐν τῷ θυμῷ μου, καὶ εἰσάξω, καὶ ἐπαφήσω· Καὶ χωνεύσω ὑμᾶς, καὶ ἐμφυσήσω ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς. Ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ' ὑμᾶς. Ἐπειδὴ, φησὶ, τὴν τῆς κακίας ἐπιμιξίαν ἐδέξασθε, καὶ ἀργύρῳ ἀδοκίμῳ ἐοικότες, διὰ τῆς παντοδαπῆς πονηρίας ἀνεφάνητε κίβδηλοι, χωνευτήριον μὲν ὑμῖν καταστήσω τὴν Ἱερουσαλὴμ, ἀνθράκων δὲ δίκην ἐμβαλῶ τοὺς πολεμίους· τὴν δὲ ἐμὴν ἐνέργειαν καὶ βούλησιν, οἷόν τινα φυσητῆρα κινήσω, καὶ κατὰ ταυτὸν ὑμᾶς χωνεύσω, ἵνα τοὺς μὲν ἀνήκεστα νενοσηκότας, ταῖς ἄλλαις ὕλαις παραπλησίως δαπανήσω, τοὺς δὲ ἴασιν ἐπιδεχομένους, οἷόν τινα κεκαθαρμένον ἄργυρον ἀποφήνω. κγʹ, κδʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, εἰπὲ αὐτῇ· Σὺ εἶ γῆ οὐ βρεχομένη οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς. Καὶ ἐκ πολέμου χερσεύουσα, καὶ μήτε ὑετὸν, μήτε ἄροτρον δεξαμένη· καὶ μὴν τὸν τῆς διδασκαλίας ὑετὸν διὰ τῶν ἁγίων αὐτῇ προσέφερε προφητῶν· ἀλλ' ἐπειδὴ τοῦτον οὐκ ἐδέχοντο, ἀλλ' ἀπωθοῦντο, καθάπερ τις πέτρα παρείσδυσιν οὐ παρέχουσα τῇ τοῦ ὑετοῦ φορᾷ, εἰκότως αὐτὴν οὐ βρεχομένην ὠνόμασε γῆν. Εἶτα πάλιν τῶν ἀρχόντων κατηγορεῖ.