Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1029
Not analysed yet
κεʹ. Ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς, ὡς λέοντες ὠρυόμενοι, ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, πλοῦτον καὶ τιμὰς λαμβάνοντες, τὰς χήρας αὐτῆς ἐπλήθυναν ἐν μέσῳ αὐτῆς. Τῶν γὰρ ἀνδρῶν ἀναιρουμένων. δῆλον ὅτι ἡ χηρεία χώραν ἐλάμβανεν· ἐντεῦθεν ἐπὶ τοὺς ἱερέας τὸν κατηγορικὸν μεταφέρει λόγον. κϛʹ. Καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν τὸν νόμον μου. Μεγίστη δὲ αὕτη παρανομία· οὓς γὰρ ποδηγεῖν τοὺς ἄλλους ἐχρῆν, οὗτοι διετέλουν τυφλώττοντες. «Καὶ ἐβεβήλουν τὰ ἅγιά μου.» Παρανόμως, φησὶν, ἐπετέλουν τὰς λειτουργίας· εἶτα τῆς παρανομίας τὰ εἴδη. «Ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον, καὶ ἀναμέσον καθαροῦ καὶ ἀκαθάρτου οὐ διέστελλον.» Οὐ διέκρινον, φησὶ, καὶ ἐδίδασκον, τί μὲν ἅγιον καὶ θεῖον, τί δὲ βέβηλον καὶ ἀνθρώπειον· βέβηλον γὰρ ἐνταῦθα οὐ τὸ ἐναγὲς καλεῖ, ἀλλὰ τὸ κοινὸν καὶ τῶν θείων κεχωρισμένον. Καθαρὸν καὶ ἀκάθαρτον, τὰ κατὰ τὸν νόμον κεχωρισμένα, καὶ τὰ κατὰ νόμον αὖ πάλιν ἀπηγορευμένα, οὐ περὶ βρωμάτων μόνον καὶ θυμάτων, ἀλλὰ καὶ περὶ ἐνδυμάτων, καὶ τῶν ἄλλων τῶν τε κατὰ γνώμην, καὶ παρὰ γνώμην συμβαινόντων, γονοῤῥοίας τε καὶ ἀποκαθημένης, καὶ ἁφῆς λέπρας, καὶ ἁφῆς νεκροῦ, καὶ θνησιμαίου, καὶ θηριαλώτου, καὶ τὰ ἄλλα ὅσα ὁ νόμος διαγορεύει. Τούτοις προστίθησι, «Καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὑτῶν, καὶ ἐβεβήλουν με ἐν μέσῳ αὐτῶν.» Ὁρῶντες γὰρ ὑβριζομένην προφανῶς τὴν τῶν σαββάτων ἡμέραν, καὶ ἐργασίαν παράνομον ἐπιτελουμένην ἐν τῇ ἀργῇ ἡμέρᾳ, ἐλέγχειν οὐκ ἤθελον τοὺς παρανομεῖν τολμῶντας, ἀλλ' οἱονεὶ μύοντες τοὺς ὀφθαλμοὺς, οὐκ ἐδόκουν ὁρᾷν, ἃ διετέλουν ὁρῶντες. Πάλιν ἐπὶ τοὺς ἄρχοντας ἐπανελθὼν, φησίν· κζʹ. Οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς, ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα, τοῦ ἐκχέαι αἷμα, τοῦ ἀπολέσαι ψυχὰς, ὅπως πλεονεξίᾳ πλεονεκτῶσιν. Ἀφορμὴν, φησὶ, κέρδους ἐποιοῦντο οἱ ἄρχειν λαχόντες τὰς ἀδίκους σφαγὰς, καὶ οὓς ἔδει τῶν ἀδικουμένων εἶναι προμάχους, οὗτοι τῆς τῶν ἀδικούντων ἐγένοντο μοίρας. Ἐντεῦθεν ἐπὶ τοὺς προφήτας μεταβαίνει, λέγων· κηʹ. Καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτούς. Τοῦτο καὶ ἄνω ἔφη, τὸν κακῶς οἰκοδομηθέντα τοῖχον ὑπὸ τοῦ λαοῦ κάκιον ὑπὸ τῶν ψευδοπροφητῶν ἀλειφθέντα· διδάξας· ἐβεβαίουν, φησὶν, οἱ καλούμενοι προφῆται, τὰ κακῶς ὑπὸ τῶν ἀρχόντων γινόμενα, κολακευτικοῖς κεχρημένοι λόγοις, καὶ τὰς ἀρχὰς θεραπεύειν δεδιδαγμένοι. Εἶτα τὴν τούτων τιμωρίαν διδάσκει· «Πεσοῦνται ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες, Τάδε λέγει Ἀδωναῒ Κύριος, καὶ