Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1032
Not analysed yet
Κύριος οὐ λελάληκε.» Μιμούμενοι γὰρ τοὺς ἀληθεῖς προφήτας, τῷ τοῦ Θεοῦ προσώπῳ τὰς ψευδεῖς αὑτῶν χρησμολογίας περιετίθεσαν, καὶ τῇ πηγῇ τῆς ἀληθείας περιῆπτον τὸ ψεῦδος. Ταῦτα δὲ, φησὶν, ἔλεγον· κθʹ. Τὸν λαὸν τῆς γῆς ἐκπιέζοντες ἀδικίᾳ, καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες, καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος. Τῇ ψευδολογίᾳ, φησὶν, ἐχρῶντο, καὶ πρὸς χάριν τοῖς ἄρχουσιν ἐμαντεύοντο, ἄδειαν λαμβάνειν κατὰ τῶν πενήτων ἐθέλοντες, καὶ ἀφορμὴν κέρδους τὸ ψεῦδος ποιούμενοι. λʹ. Καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμενον ὀρθῶς, καὶ ἑστῶτα ἐν διακοπῇ φραγμοῦ πρὸ προσώπου μου ἐν καιρῷ τῆς γῆς, τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτὴν, καὶ οὐχ εὗρον. Ταῦτα καὶ διὰ Ἱερεμίου διδάσκει, λέγων· «διέλθετε εἰς τὰς διόδους Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ ζητήσετε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὑρήσητε ἕνα ποιοῦντα κρῖμα, καὶ ζητοῦντα πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ.» Καὶ ἐνταῦθα τοίνυν φησὶν, ὅτι ἔκ τε τῶν ἀρχόντων ἔκ τε τῶν ἱερέων, καὶ ἐκ τῶν ἄλλων ἁπάντων ἐπεζήτουν ἕνα γοῦν ἄνδρα, στῆναι ἐν διακοπῇ φραγμοῦ δυνάμενον, τουτέστιν, ἐπισχεῖν τὰς ἐπιφερομένας τιμωρίας διὰ δικαιοσύνης ἰσχύοντα, καὶ τὴν γεγενημένην ἐκ τῆς παρανομίας διακοπὴν, καὶ πάροδον τῆς τιμωρίας ἀποφράξαι καὶ ἀποτειχίσαι δυνάμενον, καὶ οὐχ εὗρον. Διό φησιν· λαʹ. Ἐξέχεα τὸν θυμόν μου ἐπ' αὐτὴν ἐν πυρὶ ὀργῆς μου, τοῦ συντελέσαι αὐτούς. Καὶ δεικνὺς τῆς τιμωρίας τὸ δίκαιον, ἐπήγαγε· Τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Ἀδωναῒ Κύριος. Κακῶς γὰρ, φησὶ, καὶ παρανόμως ὁδεύσαντες, ἀκόλουθον εὗρον τῆς οἰκείας ὁδοῦ τὸ τέλος· ἐντεῦθεν ἔστι μαθεῖν οὐ μόνον τῆς θείας ἀγαθότητος τὴν ὑπερβολὴν, ἀλλὰ καὶ τὴν Ἰουδαίων ἀσέβειαν· ἐπὶ μὲν γὰρ Σοδόμων ὑπέσχετο, εἰ πέντε εὕροι δικαίους, πᾶσαν τὴν πόλιν ἀνέπαφον τῆς τιμωρίας φυλάξειν· ἐνταῦθα δὲ ἕνα ζητήσας οὐχ εὗρε. Διὸ καὶ τοῖς δυσμενέσι παραδοὺς αὐτὴν ἀνάστατον γενέσθαι πεποίηκε· προσήκει τοίνυν ἡμᾶς, εἰδότας ὡς ὁ θεῖος ἔλεος τῇ κρίσει συνέζευκται «Ἔλεον γὰρ, φησὶ, καὶ κρίσιν ᾄσομαί σοι Κύριε», μὴ ἐπιμένειν τοῖς τῆς ἁμαρτίας ἐπιτηδεύμασιν, μηδὲ τῆς τοῦ Θεοῦ μακροθυμίας καταφρονεῖν, μηδὲ θησαυρίζειν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.