Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1033
Not analysed yet
ΤΟΜΟΣ Θʹ. ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ. αʹ—γʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν, θυγατέρες μητρὸς μιᾶς. Καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ. Ἐν μὲν τοῖς ἡρμηνευμένοις ἅπαντα τὸν λαὸν μίαν ὠνόμασε πόρνην· εἷς γὰρ καὶ τὴν ἀρχὴν λαὸς ἐχρημάτισεν· ἐπειδὴ δὲ ἐπὶ τοῦ Ῥοβοὰμ ἡ διαίρεσις ἐγένετο, καὶ οἱ μὲν Ἐφραῒμ καὶ Ἰσραὴλ ὠνομάζοντο, οἱ δὲ Ἰούδας, εἰκότως καὶ τῷ παραβολικῷ καὶ τροπικῷ εἴδει κατὰ διαίρεσιν κέχρηται· καλεῖ δὲ αὐτοὺς ἀπὸ τῶν μητροπόλεων, τὰς μὲν δέκα φυλὰς ἀπὸ Σαμαρείας, τὸν δὲ Ἰούδαν καὶ τὸν Βενιαμὶν ἀπὸ τῆς Ἱερουσαλήμ· λέγει δὲ αὐτὰς μητρὸς μιᾶς, οὐ μόνον διὰ τὴν μίαν ῥίζαν τοῦ γένους, ἀλλ' ὅτι καὶ κατὰ τὴν ἀσέβειαν, μίαν ἔσχον μητέρα τὴν Αἴγυπτον· καὶ γὰρ ἀνωτέρω τροπικῶς τὴν μὲν μητέρα αὐτῶν Χετταίαν, Ἀμοῤῥαῖον δὲ τὸν πατέρα προσηγόρευσεν. Αὗται τοίνυν, φησὶν, ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ· εἶτα καὶ τὸν χρόνον δηλοῖ. «Ἐν τῇ νεότητι αὐτῶν ἐπόρνευσαν· ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, καὶ ἐκεῖ διεπαρθενεύθησαν.» Οἱ μὲν γὰρ πατέρες αὐτῶν, Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, ἐν εὐσεβείᾳ διέλαμψαν, καὶ τοῦ Ἰακὼβ δὲ οἱ παῖδες διέμειναν εἰδωλολατρείας ἀμύητοι· οἱ δὲ ἐξ ἐκείνων φύντες ἐκ τῆς ἐν Αἰγύπτῳ διαγωγῆς μετέμαθον τὴν ἀσέβειαν· νεότητα δὲ αὐτῶν καλεῖ τῆς εἰς πλῆθος ἐπιδόσεως τὴν ἀρχήν· διαφθορὰν δὲ καὶ μαστῶν πτῶσιν, τῶν δυσσεβῶν δογμάτων τὴν μάθησιν. Καθάπερ γὰρ ἀκολουθεῖ τῇ τῆς παρθενίας ἀφαιρέσει τῶν μαστῶν ἡ χαυνότης· οὕτω τῇ ἐκ Θεοῦ ἀποστάσει ἕπεται τοῦ ἐν ἡμῖν ἡγεμονικοῦ ἡ κατάπτωσις· τούτου γὰρ οἱονεὶ καλύμματα καὶ προβλήματά εἰσιν οἱ μαστοί. Εἶτα ἐπειδὴ παραβολικῶς γυναῖκας αὐτὰς ὠνόμασε, καὶ ὀνόματα αὐταῖς ἐπιτίθησι γυναικῶν τινων Αἰγυπτίων, ἐπισήμων ἐν ἀκολασίᾳ γεγενημένων, φησὶ δέ· δʹ. Καὶ τὰ ὀνόματα αὐτῶν Ὀολλὰ ἡ πρεσβυτέρα, καὶ Ὀολιβὰ νεωτέρα ἡ ἀδελφὴ αὐτῆς. Αἰνιγματωδῶς τὰ πρότερα εἰπὼν, ἐπὶ τὸ σαφέστερον ἤγαγε τὸν λόγον, καὶ τῶν ἑταιρῶν ἐκείνων γυναικῶν ἐμνημόνευσε, τὴν κατηγορίαν αὔξων, αἴσθησιν αὐτοῖς τῆς ἀσεβείας διὰ τοῦ παραδείγματος ἐνθεῖναι βουλόμενος. Εἶτα τὴν εἰς αὐτοὺς παρ' αὐτοῦ γενο-