Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1036
Not analysed yet
μένην εὐεργεσίαν διέξεισι. «Καὶ ἐγενοντό μοι, καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας, καὶ τὰ ὀνόματα αὐτῶν Σαμάρεια ἡ Ὀολλὰ, καὶ Ἱερουσαλὴμ ἡ Ὀολιβά.» Συνάφειαν δὲ καὶ κοινωνίαν καλεῖ τὴν διὰ τοῦ νόμου γεγενημένην αὐτοῖς συμφωνίαν· ὁ μὲν γὰρ ἐνομοθέτει, οἱ δὲ ὡμολόγουν τὴν νομοθεσίαν φυλάττειν· τὸ δὲ, «ἔτεκόν μοι υἱοὺς καὶ θυγατέρας,» δηλοῖ, ὅτι ὑπὸ τῷ νόμῳ τελοῦντες μετ' εὐσεβείας τέως τοὺς παῖδας ἀνέτρεφον. Μέχρι μὲν οὖν τούτων κοινὴν ἀμφοτέρων ἐποιεῖτο κατηγορίαν· ἐντεῦθεν δὲ λοιπὸν, τῆς τῶν φυλῶν διαιρέσεως γενομένης, πρώτην ποιεῖται τῆς Σαμαρείας κατηγορίαν, ἣν Ὀολλὰν ὠνόμασε· καὶ γὰρ προτέρα εἰς τὴν τῶν δαμάλεων ἐξώκειλεν ἀσέβειαν, διχῆ τῆς βασιλείας διαιρεθείσης. εʹ. Καὶ ἐξεπόρνευσε, φησὶν, ἡ Ὀολλὰ ἀπ' ἐμοῦ, καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὑτῆς. Ὡς ἐπὶ γυναικὸς δὲ τὸ τῶν ἐραστῶν ὄνομα τέθεικεν· αἰνίττεται δὲ καὶ παραδηλοῖ τοὺς δαίμονας, οἷς λατρεύουσα διετέλεσεν. Εἶτα καὶ τὰ εἴδη τῆς ἀσεβείας διδάσκει. Καὶ τοὺς Ἀσσυρίους, φησὶ, τοὺς ἐγγίζοντας αὐτῇ. (ϛʹ, ζʹ.) Ἐνδεδυκότας ὑακίνθινα ἡγουμένους, καὶ στρατηγοὺς, νεανίσκους ἐπιλέκτους πάντας, ἱππαζομένους ἐφ' ἵππων. Καὶ ἔδωκε τὴν πορνείαν αὑτῆς ἐπ' αὐτοὺς, ἐπὶ τοὺς ἐπιλέκτους υἱοὺς Ἀσσυρίων πάντας ἐφ' οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὑτῆς ἐμιαίνετο. Λέγει μὲν αἰνιγματωδῶς «νεανίσκους ἐπιλέκτους ἐνδεδυκότας ὑακίνθινα,» τὰ οὕτως ὑπ' αὐτῶν γραφόμενά τε καὶ σχηματιζόμενα εἴδωλα· καὶ γὰρ εἰώθεισαν ἅπαντες οἱ πάλαι ἀσεβοῦντες τὰ πολιτευόμενα παρ' αὐτοῖς σχήματα τοῖς ἑαυτῶν περιτιθέναι θεοῖς. Ἕλληνες μὲν γὰρ, καὶ Ῥωμαῖοι, τὸν Ἄρηα κατὰ τὸ ἴδιον αὑτῶν τῆς σκευῆς ἐξοπλίζουσι σχῆμα· Πέρσαι δὲ κατὰ τὸ σφέτερον· καὶ ἄλλως Ἰνδοὶ καὶ ἑτέρως Αἰθίοπες, ὡσαύτως δὲ καὶ ἕκαστον τῶν ὀνομαζομένων ἐθνῶν. Διδάσκει δὲ ὅμως, καὶ ὅτι αὐτοὶ πρότεροι τοὺς Ἀσσυρίους ἐκάλεσαν εἰς βοήθειαν, τῆς τοῦ Θεοῦ συμμαχίας καταφρονήσαντες· τὸν γὰρ Φοὺλ, βασιλεὺς δὲ οὗτος ἦν Ἀσσυρίων, εἰς ἐπικουρίαν κατὰ τῶν Σύρων παρακαλέσαντες, δασμὸν αὐτῷ καὶ φόρον φέρειν ὑπέσχοντο· ἐντεῦθεν λοιπὸν ἡ ἐπιμιξία εἰσήγαγε τὴν ἀσέβειαν. Εἶτα ἐπάγει· ηʹ. Καὶ τὴν πορνείαν αὑτῆς τὴν ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετ' αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν, καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ' αὐτήν. Συναφθεῖσα, φησὶ, τοῖς Ἀσσυρίοις, καὶ τὴν τούτων δεισιδαιμονίαν ἐκμαξαμένη, οὐδὲ τῶν Αἰγυπτιακῶν ἠμέλησε μαθημάτων, ἀλλὰ κἀκεῖνα λίαν ἐπιμελῶς φυλάττουσα διετέλεσεν. Οὕτω διηγησάμενος τῆς ἀσεβείας τὰ εἴδη, καὶ τῆς τιμωρίας τὸ δίκαιον ὑποδείκνυσι. θʹ. Διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων ἐφ' οὓς