Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1037
Not analysed yet
ἐπετίθετο. Ἐπειδὴ γὰρ τῶν μὲν ἐμῶν οὐκ ἠνείχετο νόμων, ἐμοὶ δὲ ἀνακειμένη ἑτέρων ἠράσθη, τῆς μὲν ἐμῆς αὐτὴν ἐγύμνωσα προνοίας, παρέδωκα δὲ αὐτὴν ἐκείνοις, οὓς τῆς ἐμῆς προείλετο κοινωνίας. ιʹ. Αὐτοὶ, φησὶν, ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῶν ἔλαβον, καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν, καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐκδικήσεις ἐποίησαν ἐν αὐτῇ εἰς τὰς θυγατέρας. Οὕτω, φησὶν, ὑπ' ἐμοῦ προεθεῖσα τῇ πείρᾳ μεμάθηκε, τίς μὲν ἡ ἐμὴ κοινωνία, τίς δὲ ἡ τῶν ἐραστῶν αὐτῆς πονηρία. Παραυτίκα γὰρ ὑποχείριον αὐτὴν λαβόντες, πρῶτον μὲν αὐτῆς τῇ τιμωρίᾳ τὴν πορνείαν ἐγύμνωσαν, ἔπειτα δὲ λίαν ὠμῶς καὶ ἀνηλεῶς κατέσφαξαν· τοὺς δὲ υἱοὺς αὐτῆς, καὶ τὰς θυγατέρας δορυαλώτους ἀπήγαγον, πᾶσα δὲ πόλις τὰ κατ' αὐτὴν θρυλλεῖ. Γυναῖκας γὰρ πάλιν τροπικῶς τὰς πόλεις ὠνόμασε. Οὐ μόνον δὲ εἰς αὐτὴν ταύτην ἔδειξαν τὴν ὠμότητα· ἀλλὰ καὶ εἰς ταύτης θυγατέρας· λέγει δὲ τὰς ὑπηκόους πόλεις καὶ κώμας. Ταῦτα δὲ ὑπέμειναν αἱ δέκα φυλαί· πρῶτον μὲν ὑπὸ Θεγλαθφαλάσαρ· ἔπειτα δὲ ὑπὸ τοῦ Σαλμανάσαρ· Ἀσσυρίων δὲ οὗτοι βασιλεῖς. Οὕτω διηγησάμενος τὰ κατὰ τὴν Σαμάρειαν, ἐπὶ τὴν Ἱερουσαλὴμ μεταφέρει τὸν λόγον, καί φησι· ιαʹ, ιβʹ. Καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς ἡ Ὀολιβὰ, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὑτῆς ὑπὲρ αὐτὴν (ὁ δὲ Ἀκύλας τὴν ἐπίθεσιν, ἐπιπόθησιν ἡρμήνευσε), καὶ τὴν πορνείαν αὑτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὑτῆς ἐπλήθυνεν. Ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς, καὶ ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ' ἵππων, νεανίσκους ἐπιλέκτους πάντας. Ταὐτὰ, φησὶ, καὶ ἡ Ἱερουσαλὴμ τῇ Σαμαρείᾳ δέδρακε· καὶ ὁμοίως τὰς πρὸς ἐμὲ συνθήκας πατήσασα, τοὺς Σύρων θεοὺς προτετίμηκε· τῇ γὰρ τούτων συμμαχίᾳ θαῤῥήσασα, καὶ τῆς ἐμῆς ἐπικουρίας καταφρονήσασα. Διὰ γὰρ τῶν ἡγεμόνων καὶ στρατηγῶν τὴν γενομένην αὐτοῖς συμμαχίαν ᾐνίξατο. ιγʹ. Καὶ εἶδον, φησὶν, ἐγὼ, ὅτι μεμίανται ὁδὸς μία τῶν δύο. Παραπλήσια, φησὶν, αὐτῶν, καὶ ἐφάμιλλα τὰ ἐπιτηδεύματα. ιδʹ—ιϛʹ. Καὶ προσέθετο ἐπὶ τὴν πορνείαν αὑτῆς, καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων ἐζωγραφημένους ἐν χρώμασιν ἐν γραφίδι. Διεζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ τιάραι βαπταὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν· ὄψις τρισσὴ πάντων, ὁμοία υἱῶν Βαβυλῶνος Χαλδαίων γῆς πατρίδος αὐτῶν. Καὶ ἐπέθετο ἐπ' αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῶν. Καλῶς καὶ λίαν ἁρμοδίως τὸ τῶν εἰδώλων ἀδρανὲς ἐκωμῴδησε, διδάξας, οὐδὲν ἕτερον ὄντα ἢ χρώματα, καὶ σχήματα, καὶ τέχνης ἀποτελέσματα. Τὸ δὲ «ὄψις πάντων τρισσὴ» τὸ πολύμορφον αὐτῶν