Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1040
Not analysed yet
σημαίνει· ὁ δὲ Σύμμαχος, «ὄψις σκυλευτῶν πάντων» ἡρμήνευσεν. Τούτους, φησὶ, θεασαμένη, καὶ οὐδὲν ἕτερον ὁρῶσα ἢ γραφικῆς τέχνης ἰνδάλματα, τῆς τούτων ἠράσθη συνουσίας· πανταχοῦ δὲ τὴν εἰδωλολατρείαν αἰνίττεται. Καὶ ἐξαπέστειλεν ἀγγέλους, φησὶ, πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων. ιζʹ. Καὶ ἦλθον πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος εἰς κοίτην καταλυόντων, καὶ ἐμίαναν αὐτὴν ἐν τῇ πορνείᾳ αὑτῶν· καὶ ἐμιάνθη ἐν αὐτοῖς, καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ' αὐτῶν. Αὕτη γὰρ, φησὶν, εἰς ἐπικουρίαν αὐτοὺς μεταπεμψαμένη, καὶ διὰ τῆς πρὸς αὐτοὺς ἐπιμιξίας τὴν ἀσέβειαν δεξαμένη, πάλιν αὐτῶν ἀπέστη· ἀπόστασιν δὲ ἐνταῦθα οὐ τὴν ἀπὸ τῶν δαιμόνων λέγει, ἀλλὰ τὴν ἀπ' αὐτῶν τῶν Βαβυλωνίων· καὶ γὰρ Ἰωακεὶμ, καὶ Ἰεχονίας, καὶ Σεδεκίας τὰς γενομένας αὐτοῖς πρὸς τοὺς Βαβυλωνίους συνθήκας παρέβησαν. ιηʹ. Καὶ ἀπεκάλυψε τὴν πορνείαν αὑτῆς, καὶ ἀπεκάλυψε τὴν ἀσχημοσύνην αὑτῆς, καὶ ἀπέστη ἡ ψυχή· μου ἀπ' αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς. Θεασάμενος, φησὶ, τὴν τῆς ἀσεβείας αὐτῆς ὑπερβολὴν, τῆς ἐμῆς αὐτὴν προνοίας ἐγύμνωσα· πάλιν γὰρ κατὰ τὸ τῆς ἀλληγορίας εἶδος τὴν ψυχὴν τέθεικεν· οὐκ ἐπειδὴ εἰς ψυχὴν καὶ σῶμα τὸ Θεῖον διῄρηται· ἀσώματον γὰρ καὶ ἀσύνθετον· ἀνθρωπίνως δὲ καὶ τοῖς ἀνθρωπίνοις συνήθως ποιεῖται τὴν διάλεξιν, τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ συγκαταβαίνων. Μέχρι μὲν οὖν τούτων πρὸς τὸν προφήτην ἐδόκει ποιεῖσθαι τοὺς λόγους· ἐντεῦθεν δὲ λοιπὸν, ὥσπερ εἰς μνήμην ἐλθὼν διὰ τῆς διηγήσεως τῶν ὑπ' αὐτῆς τετολμημένων, πρὸς αὐτὴν μεταφέρει τὸν λόγον. ιθʹ. Καὶ ἐπλήθυνας, φησὶ, τὴν πορνείαν σου, τοῦ ἀναμνῆσαι ἡμέρας νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ. Λήθῃ, φησὶν, παρεδεδώκειν τὰς ἐν Αἰγύπτῳ σου πλημμελείας· ἀλλὰ τούτων τὴν μνήμην διὰ τῶν δευτέρων ἐπιτηδευμάτων ἀνθῆσαι πεποίηκας. Οἶδε γὰρ πολλάκις προτέρων ἀναμιμνήσκειν ἁμαρτημάτων ἡ τῆς παρανομίας ταυτότης. Εἶτα πάλιν ἀλληγορικῶς καὶ τροπικῶς τὴν τῆς εἰδωλολατρείας ποιεῖται κατηγορίαν. κʹ, καʹ. Καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ὡς σάρκες ὄνων αἱ σάρκες αὐτῶν, καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν. Καὶ ἐπεσκέψω τὴν ἀνομίαν τῆς νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ μαστοὶ τῆς νεότητός σου ἔπεσον. Καὶ τοῖς Χαλδαίοις, φησὶ, μιγνυμένη, οὐδὲ τῶν Αἰγυπτιακῶν ἐπιτηδευμάτων ἠμέλεις· ἀλλὰ καὶ τοὺς τούτων, καὶ τοὺς ἐκείνων θεοὺς ἐθεράπευες. Τὴν δὲ πολλὴν αὐτῶν ἀθεΐαν τε καὶ πολυθεΐαν αἰδοίοις ἵππων καὶ ὄνων ἀπείκασεν· ἐπειδὴ καὶ πορνείαν τὴν εἰδωλολατρείαν καλεῖ· αἱ γὰρ Θεῷ συνημμέναι καὶ ἀνακείμεναι ψυχαὶ, εἶτα τοῦτον καταλιμπάνουσαι, καὶ τὴν τῶν δαιμόνων ἀσπαζόμεναι συνουσίαν, εἰκότως μοιχεύτριαι χρηματίζουσι.