Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1041
Not analysed yet
κβʹ—κδʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σὲ, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν. Τοὺς υἱοὺς Βαβυλῶνος, καὶ πάντας τοὺς Χαλδαίους, Φακοὺμ, καὶ Σοὺδ, καὶ Κοὺδ, καὶ πάντας υἱοὺς Ἀσσυρίων μετ' αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγουμένους καὶ στρατηγούς· πάντας τριστάτας καὶ ὀνομαστοὺς, ἱππεύοντας ἐφ' ἵππων. Καὶ ἥξουσιν ἐπὶ σὲ πάντες ἀπὸ βοῤῥᾷ μεθ' ὅπλων, καὶ ἁρμάτων, καὶ τροχῶν, καὶ πλήθους λαῶν· καὶ θώρακας, καὶ ἀσπίδας, καὶ περικεφαλαίας περιθήσονται ἐπὶ σὲ, καὶ βαλοῦσιν ἐπὶ σὲ φυλακὴν κύκλῳ. Δι' αὐτῶν, φησὶ, μαθήσῃ τῶν πραγμάτων, τίς μὲν ἐγὼ, τίνες δὲ οἱ ἐρασταί σου· ἐγὼ μὲν γὰρ καταφρονηθεὶς ὑπὸ σοῦ μακροθυμῶν διετέλεσα· οὗτοι δὲ παραυτίκα τὴν σὴν ἀπόστασιν μαθόντες, μετὰ παντοδαπῆς ἀφίξονται πανοπλίας, ἵπποις καὶ ἅρμασι κεχρημένοι, καὶ τοὺς ὑπηκόους ἅπαντας ἐπαγόμενοι, καὶ χαρακώμασι τὰς σὰς ἀποτειχίσουσιν εἰσόδους. Τοῦτο γὰρ ἐσήμηνεν εἰρηκώς· «Βαλοῦσιν ἐπὶ σὲ φυλακὴν κύκλῳ.» Εἶτα ἐπιφέρει· Καὶ δώσω πρὸ προσώπου αὐτῶν κρῖμα, καὶ ἐκδικήσουσί σε ἐν τοῖς κρίμασιν αὑτῶν. (κεʹ.) Καὶ δώσω τὸν ζῆλόν μου ἐν σοὶ, καὶ ποιήσουσι μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ μου. Ἐπειδὴ γὰρ ἐκείνους τῆς ἐμῆς προετίμησας προμηθείας, δι' αὐτῶν ἐκείνων πράξομαί σε δίκας τῆς εἰς ἐμὲ παρανομίας, καὶ τοῖς ἐκείνων σε παραδώσω κολαστηρίοις. Διηγεῖται δὲ καὶ τῆς τιμωρίας τὰ εἴδη. Τοὺς μυκτῆράς σου, καὶ τὰ ὦτά σου ἀφελοῦσι, καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ καταβαλοῦσιν· αὐτοὶ τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου λήψονται, καὶ τοὺς καταλοίπους σου καταφάγεται πῦρ. (κϛʹ.) Καὶ ἐκδύσουσί σε τὸν ἱματισμόν σου, καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου. Τοὺς μὲν γὰρ, φησὶ, δορυαλώτους ἀποίσουσι, τοὺς δὲ ἐν τῇ παρατάξει κατακοντίσουσι, τοὺς δὲ ἀκροτηριάσουσιν ἀπηνίᾳ καὶ ὠμότητι χρώμενοι· τὰ δὲ προσήκοντά σοι πάντα ληΐσονται, καὶ πυρὶ τὰ πλεῖστά σου παραδώσουσι. Δείκνυσι δὲ καὶ τὴν ἐκ τῆς τιμωρίας ἐσομένην ὠφέλειαν. κζʹ. Καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ, καὶ τὴν πορνείαν σου τὴν ἐκ γῆς Αἰγύπτου οὐ μὴ μνησθῇς ἔτι. Ἐν γὰρ ἐκείνοις γενομένη τοῖς κακοῖς, ἐν αἰσθήσει γενήσῃ τῆς οἰκείας παρανομίας, καὶ βδελύξῃ λίαν ἐκεῖνα τὰ τῆς συμφορᾶς σοι ταύτης γενόμενα πρόξενα. κηʹ, κθʹ. Διότι τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν. κθʹ. Καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει, καὶ λήψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους