Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1044
Not analysed yet
σου, καὶ ἔσῃ γυμνὴ καὶ ἀσχημονοῦσα· καὶ ἀποκαλυφθήσεται ἡ ἀσχημοσύνη τῆς πορνείας σου καὶ τῆς ἀσεβείας σου. Ἐρασθεῖσα, φησὶ, τῶν Χαλδαίων, πάλιν αὐτοὺς ἐμίσησας, ἀλλ' ἐγὼ τούτοις σε παραδώσω, καὶ διὰ τούτων σὲ δίκας τῆς τιμωρίας εἰσπράξομαι, καὶ διὰ τῆς τιμωρίας γυμνὴν ἅπασαν ὑποδείξω σου τὴν ἀσέβειαν· μαθήσονται γὰρ οἱ τὰς σὰς θεώμενοι συμφορὰς, αἰτίαν τούτων τὴν σὴν γενομένην παρανομίαν. Διὸ εἰκότως ἐπήγαγεν· λʹ. Ἡ πορνεία σου· ἐποίησέ σοι ταῦτα ἐν τῷ ἐκπορεύεσθαί σε ὀπίσω τῶν ἐθνῶν, καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν. Ἠκολούθησας, φησὶ, τοῖς τῶν ἐθνῶν ἐπιτηδεύμασιν, ἃ τοῖς οἰκείοις χρώμενα λογισμοῖς ἐπενόησε τὴν ἀσέβειαν· οὐ μόνον δὲ, φησὶ, τῶν ἄλλων ἐθνῶν ἐμιμήσω τὴν ἀσέβειαν, ἀλλὰ καί· λαʹ. Ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω ἐγὼ τὸ ποτήριον αὐτῆς εἰς τὰς χεῖράς σου. Ἃ πέπονθε, φησὶν, ἡ Σαμάρεια, ταῦτα καὶ σὺ πείσῃ· ποτήριον γὰρ τὴν τιμωρίαν ἐκάλεσεν, ὡς κάρον καὶ μέθην τοῖς πίνουσιν ἐμποιοῦσαν. λβʹ—λδʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος, Τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι τὸ βαθὺ, καὶ τὸ πλατὺ, καὶ ἔσται εἰς γέλωτα καὶ εἰς μυκτηρισμὸν τὸ πλεονάζον. Τοῦ συντελέσαι μέθην, καὶ ἐκλύσεως πλησθήσῃ, ποτήριον ἀφανείας καὶ ἀφανισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας. Καὶ πιῇ αὐτὸ, καὶ ἐκστραγγιεῖς, καὶ τὰ ὄστρακα αὐτοῦ κατατρώξεις, καὶ τοὺς μαστούς σου κατατιλεῖς. Βαθὺ τὸ ποτήριον ἐκάλεσε, διὰ τὸ μέγεθος τῆς συμφορᾶς· πλατὺ δὲ, διὰ τὸν τῶν ἑβδομήκοντα ἐτῶν χρόνον· ἀφανισμοῦ δὲ ποτήριον ὠνόμασε, διὰ τὴν γενομένην ἐρημίαν τῇ πόλει· τὸ δὲ «ἐκστραγγιεῖς» προστέθεικεν, ἐπειδὴ τελευταίαν τὴν πολιορκίαν ὑπέμεινε, καὶ τὰ ὄστρακα δὲ αὐτὴν ἔφη κατατρώξειν, διὰ τὸ ἐσχάτοις περιπεσεῖσθαι κακοῖς· τοὺς δὲ μαστοὺς κατατιλεῖν, διὰ τὴν ἐκ τῶν κακῶν γενομένην μεταμέλειαν. «Καὶ τὰς ἑορτάς σου, φησὶ, καὶ νουμηνίας σου ἀποστρέψω, διότι ἐγὼ λελάληκα, λέγει Ἀδωναῒ Κύριος.» Πᾶσάν σου πανήγυριν, καὶ πᾶσαν θυμηδίαν κατασβέσω, καὶ ἐπιθήσω τοῖς λόγοις τὸ τέλος· ἀληθὴς γάρ εἰμι, καὶ ἀψευδὴς Δεσπότης. λεʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος, Ἀνθ' ὧν ἐπελάθου μου, καὶ ἀπέῤῥιψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λάβε τὴν ἀσέβειάν σου, καὶ τὴν πορνείαν σου. Ἐπειδὴ προετίμησας τῆς ἐμῆς θεραπείας τὰς τοῦ σώματος ἡδονὰς, δέξαι, φησὶ, τῆς ἀκολασίας τὰ ἐπίχειρα. Αἰνίττεται δὲ διὰ τούτων, ὡς ὑποβάθρα τῆς ἀσεβείας ἡ παρανομία γεγένηται· ταῖς γὰρ ἡδοναῖς δουλεύοντες εἰς τὴν τῶν εἰδώλων λατρείαν ἐξεκυλίσθησαν.