Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1045
Not analysed yet
λϛʹ. Καὶ εἶπε Κύριος πρὸς μὲ, Υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν Ὀολλὰν καὶ τὴν Ὀολιβὰν, καὶ ἐπαγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν; Ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἐν τοῖς ἐνθυμήμασιν αὑτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὑτῶν, ἃ ἐγέννησάν μοι, διῆγον αὐτὰ αὐτοῖς διὰ πυρός. Τὸ εἰ κρινεῖς; οἱ ἄλλοι ἑρμηνευταὶ κρίθητι ἡρμήνευσαν· τὸ ἐμὸν, φησὶν, ἀναλαβὼν πρόσωπον, ὦ προφῆτα, ποίησαι τὴν κρίσιν πρὸς τὴν Σαμάρειαν καὶ τὴν Ἱερουσαλὴμ, καὶ διέλεγξον αὐτῶν τὰς παρανομίας, ὅπως μὲν ἐμὲ καταλιμπάνουσαι τοῖς εἰδώλοις ἐμίγνυντο· ὅπως δὲ τὰ ὑπ' ἐμοῦ αὐτοῖς παρεχόμενα τέκνα, θυσίαν ἐκείνοις προσέφερον, τῶν ἐμῶν νόμων καταφρονοῦντες, καὶ τὰ Σάββατά μου βεβηλοῦντες. Τοῦτο γὰρ ἐπήγαγεν· ληʹ. Ἕως καὶ ταῦτα ἐποίησάν μοι, ἐμίαινον τὰ ἅγιά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ Σάββατά μου ἐβεβήλουν. Εἶτα διδάσκει τῆς βεβηλώσεως τρόπον. λθʹ. Καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὑτῶν τοῖς εἰδώλοις αὑτῶν, καὶ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὰ ἅγιά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐβεβήλουν αὐτά. Πολλὴ δὲ ἡ τῆς ἀσεβείας ὑπερβολή. Πρῶτον μὲν γὰρ αὐτῶν τὸ σφάζειν τοὺς παῖδας ὅρος ἔσχατος ἀσεβείας· τὸ δὲ καὶ τοῖς δαίμοσι τὰ τοιαῦτα προσφέρειν σφάγια, πάλιν ἐπίτασις τοῦ κακοῦ· τὸ δὲ καὶ ἐν Σαββάτῳ ταῦτα τολμᾷν, ἐν ᾧ καὶ ἡ ἀναγκαία ἀπείρητο ἐργασία, μείζονα πολλῷ δείκνυσι τὴν ἀσέβειαν· τὸ δὲ καὶ μετὰ τὴν τοιαύτην ἐργασίαν τῶν θείων ἐπιβαίνειν προθύρων, ποίας ἀσεβείας ὑπερβολὴν καταλείπει; Διὸ καὶ τελευταῖον αὐτὸ τέθεικεν, καὶ προστέθεικε πάλιν· «Καὶ ἰδοὺ οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου.» Ταύτην, φησὶ, τὴν ἀσέβειαν ἐν τῷ ἀφιερωμένῳ τετολμήκασιν οἴκῳ. μʹ. Καὶ ἔπεμπον τοῖς ἀνδράσι τοῖς ἐρχομένοις μακρόθεν· οἷς ἀγγέλους ἐξαπέστελλον πρὸς αὐτοὺς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου, καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου, καὶ ἐκόσμου κόσμῳ. Καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη ἔμπροσθεν αὐτῆς. Πάντα τὰ εἰρημένα ὡς ἐπὶ γυναικὸς ἑταίρας διέγραψε· σημαίνει δὲ τήν τε γενομένην πρὸς τοὺς Ἀσσυρίους καὶ Χαλδαίους αὐτοῖς συμμαχίαν, καὶ τὴν ἐκεῖθεν ἐπεισαχθεῖσαν ἀσέβειαν. Παραδηλοῖ δὲ καὶ τοὺς ἐν ταῖς τῶν δαιμόνων ἑορταῖς καλλωπισμοὺς, χλιδὰς, καὶ ἱματίων ἐναλλαγὰς, καὶ τ' ἄλλα πάντα ὅσα ἐν ταῖς τοιαύταις ποιεῖν εἰώθεισαν πανηγύρεσι. Τοῦτο δὲ σημαίνει καὶ τὰ ἐπιφερόμενα· «Καὶ τὸ θυμίαμά μου, καὶ τὸ ἔλαιόν μου ἐτίθης ἔμπροσθεν αὐτῶν. Τουτέστι, τῶν εἰδώλων. μβʹ. Καὶ ηὐφραίνοντο ἐν αὐτοῖς. Εὐφροσύνη γὰρ τῶν δαιμόνων ἡ τῶν ἀνθρώπων ἀπώλεια. Πρὸς δὲ τούτοις φησίν· «Καὶ φωνὴν ἁρμονίας ἀν-