Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1048
Not analysed yet
εκρούοντο πρὸς ἄνδρας ἐκ πλήθους ἥκοντας ἀνθρώπων οἰνωμένους ἐκ τῆς ἐρήμου.» Τί γὰρ ἐρημότερον τῶν τὰ εἴδωλα προσκυνούντων; Ἐξ ἐκείνων, φησὶ, τῶν ἐρήμων ψυχῶν τὰς τῆς ἀσεβείας ἐκομίζετό σοι διδάγματα, καὶ ἐδέχου αὐτὰ ἐν μουσικοῖς ὀργάνοις ἀνακρουομένοις τὴν ἡδεῖαν ἠχήν. «Καὶ ἐδίδους αὐτοῖς ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῶν, καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν.» Οὐδὲν γὰρ παρὰ τῶν εἰδώλων λαμβάνουσιν οἱ τούτοις λατρεύειν αἱρούμενοι, ἀλλὰ τὰ θεόσδοτα δῶρα τούτοις προσφέρουσι, παντοδαπὸν αὐτοῖς κόσμον περιτιθέντες. μγʹ. Καὶ εἶπον, Οὐκ ἐν τούτοις μοιχεύουσι, καὶ ἔργα πόρνης ταῦτα, καὶ αὐτὴ ἐξεπόρνευσεν; Ἔλεγον γὰρ, φησὶν, ὀργάνοις χρώμενος τοῖς προφήταις, ὅτι ἐν τοῖς ἀψύχοις ἡ μοιχεία ὑμῶν τολμᾶται, καὶ πορνικὰ ὑμῖν τὰ τοιαῦτα ἐπιτηδεύματα. μδʹ. Καὶ αὐτοὶ εἰσεπορεύοντο πρὸς αὐτὴν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς Ὀολλὰν καὶ πρὸς Ὀολιβὰν, τὰς γυναῖκας τὰς ἀνόμους, τοῦ ποιῆσαι ἀνομίαν. Ἄδειαν γὰρ λοιπὸν λαβόντες ἐκ τῆς τούτων παρανομίας, ὡς πρὸς γυναῖκας ἑταίρας καὶ πᾶσι προκειμένας, οὕτω πρὸς τὴν Σαμάρειαν καὶ τὴν Ἱερουσαλὴμ εἰσίεσαν, καὶ οἱ τῶν ψυχῶν ἀλάστορες δαίμονες, καὶ οἱ τὴν τούτων λατρείαν δεδιδαγμένοι Χαλδαῖοι. Μεταφέρει γοῦν λοιπὸν πρὸς τούτους τὸν λόγον, καί φησι· μεʹ. Καὶ ἄνδρες δίκαιοι οὗτοι. Τὸ δίκαιοι τέθεικεν, οὐ δικαιοσύνην αὐτοῖς μαρτυρῶν· ἀδικώτατοι γὰρ καὶ παρανομώτατοι, καὶ λίαν ὑπῆρχον δυσσεβέστατοι· ἀλλ' ἐκ παραθέσεως τῶν ταύτης ἀσεβημάτων τὸ δίκαιοι τέθεικεν, ἀντὶ τοῦ, σοὶ παρεξεταζόμενοι δίκαιοι ὑπάρχουσι. Τοῦτο καὶ ἀνωτέρω πεποίηκε πρὸς τὴν Ἱερουσαλὴμ διαλεγόμενος· ἔφη γὰρ, «Καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, καὶ ἐν πάσαις ταῖς ἀνομίαις σου, αἷς ἐποίησας.» Καὶ ἐνταῦθά φησιν, «Ἄνδρες δίκαιοι οὗτοι,» τουτέστιν, ὑπὲρ σέ. «Καὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδων, καὶ κρίσει ἐκχεουσῶν αἷμα, ὅτι μοιχαλίδες εἰσὶ, καὶ αἷμα ἐν ταῖς χερσὶν αὐτῶν.» Μιαιφονίας, φησὶ, καὶ μοιχείας τίσουσι δίκας, τοὺς ἐραστὰς αὑτῶν λαμβάνουσαι δικαστὰς, καὶ ταῦτα πείσονται, ἅπερ αἱ μοιχεύτριαι γυναῖκες καὶ ἀνδροφόνοι· οὕτω πληρώσας τὸ αἰνιγματῶδες διήγημα, τὴν κατ' αὐτῶν ψῆφον ἐκφέρει. μϛʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνάγαγε ἐπ' αὐτὰς πλήθη, καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγήν. μζʹ. Καὶ λιθοβοληθήτωσαν λίθοις ὄχλων, καὶ κατακεντείτωσαν αὐτὰς ἐν τοῖς