Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1049
Not analysed yet
ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας ἀποκτενοῦσι, καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσιν ἐν πυρί. Εἶτα τὴν ἐντεῦθεν ἐσομένην ἐπιδείκνυσιν ὠφέλειαν. μηʹ. Καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες, καὶ οὐ μὴ ποιήσουσι κατὰ τὰς ἀσεβείας αὐτῶν. Τούτων γὰρ, φησὶ, ταῦτα ὑπομενουσῶν, καὶ λίθοις, καὶ ξίφεσι, καὶ πυρὶ παραδιδομένων, πᾶσα πόλις ὠφέλειαν καρπώσεται, μανθάνουσα, οἷα τῆς ἀσεβείας τὰ ἐπίχειρα. Γυναῖκας δὲ πάλιν ἐνταῦθα τὰς πόλεις ὠνόμασε. μθʹ. Καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ' ὑμᾶς, καὶ πάσας τὰς ἁμαρτίας τῶν ἐπιθυμημάτων λήψεσθε, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος. Τοὺς τῆς ἀσεβείας ὑμῶν, φησὶ, κομιεῖσθε καρπούς· οὐ γὰρ ἀνάγκῃ ταύτην ἐδέξασθε, ἀλλὰ γνώμῃ καὶ πόθῳ· ἐκ δὲ τῆς τιμωρίας ὠφέλειαν μεγίστην τρυγήσετε τὴν τῆς ἐμῆς δεσποτείας ἐπίγνωσιν. Ἧς ἀπολαύειν ἡμᾶς γένοιτο, μὴ τῇ πείρᾳ τῶν κακῶν διδασκομένους, ἀλλὰ τῶν θείων εὐεργεσιῶν αἰσθανομένους, καὶ τὴν ἀγνώμονα γνώμην μυσαττομένους, καὶ τῇ θείᾳ μνήμῃ καθ' ἑκάστην ἀνανεουμένους ἡμέραν, καὶ τῇ τοῦ παναγίου Πνεύματος ἐνεργείᾳ εἰς τὴν τοῦ Θεοῦ ἀγάπην πυρπολουμένους, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν ἐπιφάνειαν ἀναμένοντας, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Ιʹ. ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ ἐν τῷ ἔτει τῷ ἐννάτῳ, ἐν τῷ μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνὸς, λέγων· Υἱὲ ἀνθρώπου, γράψον σεαυτῷ τὸ ὄνομα τῆς ἡμέρας ταύτης, ἀφ' ἧς ἀπηρείσατο ὁ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ ἀπὸ τῆς ἡμέρας τῆς σήμερον. Ἐδίδαξεν ἡμᾶς τὸν χρόνον, καθ' ὃν τῇ Ἱερουσαλὴμ ὁ Βαβυλώνιος ἐπεστράτευσεν. Ἐκείνου δὲ τὴν πόλιν πολιορκοῦντος, ὁ προφήτης τοῖς ἤδη δορυαλώτοις γεγενημένοις προσημαίνει τὰ καταληψόμενα κακά. Διὸ καὶ τὸ ἀψευδὲς τῆς προφητείας ὑποδεικνὺς ὁ Δεσπότης, ἐπισημήνασθαι κελεύει τὴν ἡμέραν, καθ' ἣν ὁ πολέμιος τῇ πόλει προσβάλλειν ἤρξατο, ἵνα καὶ ἐκ τοῦ χρόνου καὶ ἐκ τοῦ τέλους τῶν πραγ-