Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1052
Not analysed yet
μάτων μάθωσι, καὶ οἱ ἤδη αἰχμάλωτοι γενόμενοι, καὶ οἱ πολιορκούμενοι, ὡς ἄνωθεν ταῦτα περὶ αὐτῶν προεῖπεν ὁ Θεὸς, καὶ ὅτι οὐ διὰ τὴν τῶν πολεμίων ἡττήθησαν ἰσχὺν, ἀλλὰ τῶν οἰκείων ἁμαρτημάτων τίνοντες δίκας. γʹ. Καὶ εἰπὲ ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα, παραβολήν. Μετὰ τὸ ἐπισημήνασθαι τὸν χρόνον, προστάττεται ὁ προφήτης παραβολικῶς καὶ αἰνιγματωδῶς τὰ συμβησόμενα τῇ πόλει διδάξαι, ἵνα διὰ τὴν ἀσάφειαν τῶν λεγομένων σπουδαιότεροι περὶ τὴν ἐρώτησιν οἱ ἀκροαταὶ γενόμενοι, ἀκριβέστερον μάθωσι τὰ θεῖα θεσπίσματα. Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος· (δʹ, εʹ) Ἐπίστησον τὸν λέβητα, ἐπίστησον, ἔκχεε εἰς αὐτὸν ὕδωρ, καὶ ἔμβαλε εἰς αὐτὸν διχοτομήματα, πᾶν διχοτόμημα καλὸν, σκέλος καὶ ὦμον ἐκσεσαρκωμένα ἀπὸ τῶν ὀστῶν. Ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων, καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν. Λέβητα προσαγορεύει τὴν πόλιν· ὕδωρ δὲ ἐκχεόμενον τὰς παντοδαπὰς συμφοράς· καὶ διχοτομήματα δὲ, καὶ σκέλη καὶ ὤμους ἐξ ἐπιλέκτων κτηνῶν, τοὺς ἐν εὐπορίᾳ, καὶ πλούτῳ, καὶ δυνάμει ἄρχοντάς τε καὶ ἡγουμένους, καὶ ἱερέας, κατὰ ταὐτὸν παραδεδομένους ταῖς συμφοραῖς· ὀστᾶ δὲ ὑποκαιόμενα, τοὺς πενίᾳ συζῶντας προτέρους τῷ λιμῷ παραδοθέντας· πῦρ δὲ, τὸν Βαβυλώνιον καὶ τὴν τούτου παράταξιν. Τούτοις ἐπάγει· «Ἐξέζεσεν, ἐξέζεσε, καί γε ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς.» Τοῦ γὰρ πυρὸς, φησὶν, ἐμβληθέντος, τά τε ὑποκαιόμενα ὀστᾶ τῷ πυρὶ κατεδαπανήθη· τοῦ γὰρ λιμοῦ γεγένηται παρανάλωμα, καὶ οἱ διαφυγόντες τὴν τοῦ λιμοῦ προσβολὴν ἐν ἀκμῇ γεγένηνται τῶν κακῶν, τὰς τῶν πολιορκούντων δεχόμενοι προσβολάς. ϛʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ὦ πόλις αἱμάτων, λέβης, ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς, κατὰ μέλος αὐτῆς ἐξήνεγκεν· οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλῆρος. Ἐδίδαξεν ἡμᾶς ἐνταῦθα, ὅτι καὶ ἄνω λέβητα τὴν πόλιν ὠνόμασεν, ἰὸν δὲ τοῦ λέβητος τὴν ἁμαρτίαν καλεῖ. Μεγίστη δὲ κατηγορία, ὅτι οὐδὲ τοσοῦτο πῦρ τῶν συμφορῶν τὸν τοῦ λέβητος ἰὸν ἐδαπάνησε. Τὸ δὲ «Κατὰ μέλος ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλῆρος,» δηλοῖ ὅτι οὐδεὶς τὰς ἐπενεχθείσας διέφυγε συμφορὰς, οὐδὲ ἐκληρώθησαν οἱ μὲν εἰς ὄλεθρον, οἱ δὲ εἰς σωτηρίαν, καθάπερ ἐν ταῖς ἤδη πρότερον γεγενημέναις πολιορκίαις συνέβη, ἀλλὰ πάντες ἁπαξαπλῶς, οἱ μὲν λιμῷ, οἱ δὲ λοιμῷ παρεδόθησαν· οἱ δὲ ταῦτα διαβάντες, ἢ πολεμοῦντες ἀνῃρέθησαν, ἢ πολιορκηθέντες ἐξηνδραποδίσθησαν· διδάσκει δὲ καὶ τῶν κακῶν τὴν αἰτίαν. ζʹ. Ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐγένετο. Ταῦτα δὲ, φησὶν, ὑπομένουσι τῆς ἄγαν μιαιφονίας τίνοντες δίκας. Ἐπὶ λεωπετρίαν τέταχα αὐτὸ, οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν, τοῦ καλύψαι αὐτὸν τὴν γῆν.