Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1064
Not analysed yet
ἀνὴρ λεῖος.» Ἐπειδὴ τοίνυν, φησὶ, Σηεὶρ καὶ Μωὰβ ἐντρυφῶντες τοῖς τοῦ λαοῦ μου κακοῖς ἐτόλμησαν εἰπεῖν, ὅτι οὐδεμίαν ἔχει διαφορὰν ὁ ἐμὸς λαὸς πρὸς τὰ λοιπὰ ἔθνη, εἰς ἐμὲ δὲ αὕτη ἡ βλασφημία κεχώρηκεν, εἴπερ τοῖς τῶν ἄλλων ἐθνῶν εἰδώλοις παραπλησίως ἀσθενῶν οὐκ ἠδυνήθην ἐπαμῦναί μου τῷ λαῷ· τούτου χάριν «Παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ τῶν πόλεων αὐτοῦ·» τουτέστι, τὴν ἰσχὺν αὐτῶν καταλύσω· οὐ μόνον δὲ τὰς ἐν ταῖς ἀκρωρείαις διακειμένας, ἀλλὰ καὶ τὰς παραλίας αὐτοῦ πόλεις ἀναστάτους ποιήσω. Παραλίας δὲ λέγει τὰς παρὰ τὴν νεκρὰν θάλασσαν διακειμένας· τῆς γὰρ ἄλλης θαλάσσης πόῤῥωθεν ᾤκουν οἱ Μωαβῖται. Λέγει δὲ καὶ τὰ τῶν πόλεων ὀνόματα, ὧν μέχρι τοῦ παρόντος ὀλίγον μεμένηκε λείψανον· καὶ τὰ μέν ἐστι ταύτης τῆς Ἀραβίας, τὰ δὲ ἐκείνης. Προστίθησι δὲ, ὅτι καὶ τούτους τοῖς αὐτοῖς παραδώσει πολεμίοις, οἷς καὶ τοὺς ἀδελφοὺς αὐτῶν τοὺς υἱοὺς Ἀμμὼν, καὶ ὅτι τῇ πείρᾳ μαθήσονται, ὡς δυνατός ἐστι Δεσπότης, ἐπαμῦναι μὲν δυνάμενος, διὰ δὲ τὴν τοῦ λαοῦ παρανομίαν τοῦτο ποιεῖν οὐκ ἀνεχόμενος. Διὸ ἐπήγαγε· «Καὶ ἐπιγνώσονται, ὅτι ἐγὼ Κύριος.» Οὕτω τὰ συμβησόμενα τῷ Μωὰβ προαγορεύσας, ἐπὶ τὸν Σηεὶρ, τὸν καὶ Ἐδὼμ, μεταφέρει τὸν λόγον ιβʹ—ιδʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐποίησεν ἡ Ἰδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν ἐν μήνιδι ἐν τῷ οἴκῳ Ἰούδα, καὶ ἐμνησικάκησαν, καὶ ἐξεδίκησαν δίκην ἀπ' αὐτῶν· διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ἰδουμαίαν, καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος, καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν καὶ Δαιδὰν διωκόμενοι ἐν ῥομφαίᾳ πεσοῦνται. Καὶ δώσω τὴν ἐκδίκησίν μου ἐπὶ τὴν Ἰδουμαίαν ἐν χειρὶ λαοῦ μου Ἰσραὴλ, καὶ ποιήσουσιν ἐν τῇ Ἰδουμαίᾳ κατὰ τὴν ὀργήν μου, καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Ἀδωναῒ Κύριος. Ἐπειδὴ γὰρ οὐ μόνον παραπλησίως Μωαβίταις καὶ Ἀμμανίταις ἐφήσθησαν, ἀλλὰ καὶ ἔργοις τὴν οἰκείαν ἐπεδείξαντο πονηρίαν, τὴν προτέραν ἐκείνην μῆνιν φυλάξαντες· «Ἐνεκότει γὰρ, φησὶν, Ἠσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας ἧς ηὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ·» τούτου χάριν οὐχ ἑτέροις αὐτοὺς πολεμίοις παραδώσω, ἀλλ' αὐτῷ τῷ ὑπ' αὐτῶν ἠδικημένῳ λαῷ μου, ὥστε διὰ τῆς παντελοῦς ἐρημίας μαθεῖν αὐτοὺς τῆς ἐμῆς δεσποτείας τὴν δύναμιν. Θαιμὰν δὲ πόλις τῆς Ἰδουμαίας, καὶ Δαιδὰν ὡσαύτως, τῶν ἀπὸ Χεττούρας γενομένων τῷ πατριάρχῃ Ἀβραὰμ, ἐπώνυμοι δὲ ἦσαν τῶν οἰκιστῶν. Ἐπλησίαζε δὲ ἡ Δαιδὰν τῇ Ἰδουμαίᾳ, καὶ συνεφώνει. Οὕτω τὰ κατὰ τούτους προαγορεύσας, ἐπὶ τοὺς ἀλλοφύλους μεταφέρει τὴν πρόῤῥησιν. Ἰδουμαῖοι γὰρ οὐκ ἀλλόφυλοι, τοῦ Ἰσαὰκ ὄντες ἀπόγονοι· οὔτε μὴν Ἀμμανῖται καὶ Μωαβῖται, ἐκ τοῦ Λὼτ τὸ γένος κατάγοντες. Ἦσαν μὲν οὖν ἀλλόφυλοι καὶ Τύριοι καὶ Σι-