Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1065
Not analysed yet
δώνιοι, καὶ οἱ ἄλλοι πάντες οἱ τούτων πλησιόχωροι· διαφερόντως δὲ ἀλλοφύλους ἡ θεία καλεῖ Γραφὴ Ἀσκαλωνίτας καὶ Γαζαίους, Γετθαίους τε καὶ Ἀκαρωνίτας, καὶ Ἀζωτίους, ἐπειδὴ τῇ τοῦ Ἰούδα φυλῇ συνημμένην εἶχον τὴν γῆν, καὶ λίαν ἦσαν ὅμοροι, καὶ πλησιόχωροι. Λέγει τοίνυν καὶ τὰ τούτοις συμβησόμενα. ιεʹ—ιζʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν μήνιδι, καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐξ ὅλης ψυχῆς, τοῦ διαφθεῖραι κατ' ἔχθραν αἰώνιον. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐκτενῶ τὰς χεῖράς μου ἐπὶ τοὺς ἀλλοφύλους, καὶ ἐξολοθρεύσω τοὺς Κρῆτας, καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν. Καὶ ποιήσω εἰς αὐτοὺς ἐκδικήσεις μεγάλας ἐν ἐλεγμοῖς θυμοῦ μου, καὶ ἐπιγνώσονται, ὅτι ἐγὼ Ἀδωναῒ Κύριος, ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς. Καὶ τούτοις ὁμοίως τοῖς Ἰδουμαίοις μῆνιν ἐγκαλεῖ. Μνησικακήσαντες γὰρ, φησὶ, τῷ λαῷ μου, ὡς νενικηκότι καὶ τὴν οἰκείαν βασιλείαν κρατύναντι, τὸν τῆς συμφορᾶς καιρὸν τιμωρίας καιρὸν ἐποιήσαντο, καὶ ἐπαναστάντες μυρία διέθεσαν αὐτοῖς κακά· τούτου χάριν ἐγὼ δίκας αὐτοὺς τῆς μήνιδος πράξομαι, καὶ θεηλάτοις αὐτοὺς παραδώσω πληγαῖς, καὶ σὺν τοῖς ἄρχουσι τοὺς ὑπηκόους διαφθερῶ, καὶ ἀφύκτοις αὐτοὺς ἐκδώσω κακοῖς· ἵνα δι' ὧν ὑπομένουσι τῆς ἐμῆς δεσποτείας ἐπιγνῶσι τὴν δύναμιν. Ἡμεῖς δὲ μὴ ἀναμένωμεν διὰ τῆς τῶν κακῶν πείρας τὸν ἡμέτερον ἐπιγνῶναι Δεσπότην· ἀλλὰ διὰ τῶν ἀεννάων αὐτοῦ δωρεῶν δεξάμενοι τὴν ἐπίγνωσιν, εὐγνώμονες περὶ τὰς εὐεργεσίας γενώμεθα, καὶ φύγωμεν τῆς μήνιδος τὸ πάθος, τοὺς ὀλεθρίους τούτου μαθόντες καρπούς· καὶ τὴν ἀποστολικὴν φυλάξωμεν ἐντολὴν, μὴ ἀναμένοντες τῇ λύπῃ τῇ κατ' ἀλλήλων ἐπιδῦναι τὸν ἥλιον· ἀλλὰ πρὸ τῶν ἐκείνου δυσμῶν τὴν ὀργὴν κατασβέσωμεν. Οὕτω γὰρ καὶ τὴν καθ' ἡμῶν ὀργὴν τοῦ δικαίου κριτοῦ παύσομεν, καὶ τὴν ἐράσμιον ἐκείνην καὶ τριπόθητον εὐμένειαν καρπωσόμεθα· ἧς εἴη πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν. ΤΟΜΟΣ ΙΑʹ ΚΕΦΑΛ. Κϛʹ. αʹ, βʹ. Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων·