Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1068
Not analysed yet
Ἀνθ' ὧν εἶπε Σὸρ ἐπὶ Ἱερουσαλὴμ, Εὖγε, συνετρίβη, ἀπόλωλε, τὰ ἔθνη ἐπεστράφη πρὸς μὲ, ἡ πλήρης ἠρήμωται. Ἐν τῷ ἑνδεκάτῳ ἔτει τῆς Ἰεχονίου μὲν αἰχμαλωσίας, Σεδεκίου δὲ βασιλείας ἐν τῷ τετάρτῳ μηνὶ, ἐννάτῃ τοῦ μηνὸς, ἑάλω ὑπὸ τῶν Βαβυλωνίων ἡ Ἱερουσαλήμ. Πρὸ ὀλίγων τοίνυν ἡμερῶν τῆς ἁλώσεως, κελεύεται ὁ προφήτης κατὰ τῆς Τύρου τοὺς προφητικοὺς ποιήσασθαι λόγους. Ἡ γὰρ Τύρος Σὸρ τῇ ἐπιχωρίῳ προσαγορεύεται φωνῇ. Ἐφήσθη δὲ καὶ αὐτὴ τῇ τῆς Ἱερουσαλὴμ πολιορκίᾳ, καὶ ὑπέλαβεν, ὅτι τῆς περιφανεστάτης ἐκείνης καταλυθείσης πόλεως, αὐτὴ τὸ κράτος κατὰ πάντων τῶν πλησιοχώρων ἐθνῶν ἀναδύσεται. γʹ—ϛʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ Σὸρ, καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλὰ, ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὑτῆς, καὶ καταβαλοῦσι τὰ τείχη σου· Καὶ καθελοῦσι τοὺς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ' αὐτῆς, καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν. Ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ τῆς θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδωναῒ Κύριος, καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσι Καὶ αἱ θυγατέρες αὐτῆς αἱ ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται, καὶ γνώσονται, ὅτι ἐγὼ Κύριος. Τὴν τῶν Βαβυλωνίων αὐτῇ στρατείαν ἀπειλεῖ διὰ τούτων· λέγει δὲ, καὶ τοὺς περιβόλους αὐτῆς καταλυθήσεσθαι, καὶ ἔρημον αὐτὴν γενήσεσθαι, ὥστε ἐοικέναι πέτραις τισὶ λείαις, αἷς τὰς σαγήνας ἐξαπλοῦν εἰώθασιν οἱ ἁλιεῖς. Λέγει δὲ καὶ τὰς ὑπηκόους αὐτῇ πόλεις καὶ κώμας ἀναστάτους ἔσεσθαι· ταύτας γὰρ θυγατέρας αὐτῆς ὀνομάζει. Σημαίνει δὲ καὶ τὸ ἀπὸ τῶν συμφορῶν κέρδος· ζʹ, ηʹ. Γνώσονται γὰρ, φησὶν, ὅτι ἐγὼ Κύριος. Ὅτι τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἄγω ἐπὶ σὲ, Σὸρ, τὸν Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βοῤῥᾶ· βασιλεὺς βασιλέων ἐστὶ, μεθ' ἵππων καὶ ἁρμάτων, καὶ ἱππέων, καὶ ἀγωγῆς ἐθνῶν πολλῶν σφόδρα. Οὗτος τὰς θυγατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ, καὶ δώσει ἐπὶ σὲ προφυλακὴν, καὶ περιοικοδομήσει σε, καὶ βαλεῖ σοι τάφρον, καὶ περιοικοδομήσει ἐπὶ σὲ κύκλῳ χάρακα, καὶ περίστασιν ὅπλων, καὶ τὰς λόγχας αὑτοῦ ἀπέναντί σου δώσει. —Προφυλακὴν καλεῖ τὰ ὁρμητήρια, ἃ οἰκοδομεῖν εἰώθασιν οἱ ἐπιόντες πολέμιοι, ὥστε καὶ τὰ ἔξω ληΐζεσθαι, καὶ σπάνει τῶν ἀναγκαίων τοὺς πολιορκουμένους φθείρεσθαι· περιοικοδομεῖν δὲ τὰ οἰκοδομούμενα ἔξωθεν ὑπὸ τῶν πολεμίων τείχη καλεῖ. Προσθήσει δὲ, φησὶ, τῇ περιτειχίσει ταύτῃ χαρακώματα, καὶ τάφρους, καὶ χώματα, ὥστε μηδένα μὲν ἐξιέναι τολμᾷν, ῥᾳδίως δὲ παντοδαπὰ ἀκοντίζεσθαι βέλη. Εἶτα ἐπάγει·