Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1069
Not analysed yet
θʹ—ιδʹ. Τὰ τείχη σου, καὶ τοὺς πύργους σου καθελεῖ ἐν τοῖς ὅπλοις ἑαυτοῦ. Ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν, καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ, καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ, σεισθήσεται τὰ τείχη σου, εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου, ὡς εἰσπορευομένου εἰς πόλιν ἐκ πεδίου. Ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὑτοῦ καταπατήσουσι πάσας τὰς πλατείας σου· τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ, καὶ τὴν ὑπόστασιν τῆς ἰσχύος σου ἐπὶ τὴν γῆν κατάξει. Καὶ προνομεύσει τὴν δύναμίν σου, καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου, καὶ καταβαλεῖ τὰ τείχη σου, καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ, καὶ τοὺς λίθους σου, καὶ τὰ ξύλα σου, καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης ἐμβαλεῖ. Καὶ καταλύσει τὸ πλῆθος τῶν μουσικῶν σου, καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι. Καὶ δώσω σε εἰς λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ, καὶ οὐ μὴ οἰκοδομηθῇς ἔτι, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδωναῒ Κύριος. Ἀληθῆ, φησὶ, πάντα τὰ ὑπ' ἐμοῦ προαγορευόμενα. Ὡς ἀψευδῆ τοίνυν δέξαι τὴν πρόῤῥησιν, ὅτι καὶ τὰ τείχη σου καθελοῦσιν οἱ Βαβυλώνιοι, καὶ τὰς οἰκίας σου καταλύσαντες τὰς πλησιαζούσας, αὐτὰς ἐκ τῶν λίθων ἐμπλήσουσι· τοσοῦτος δὲ ἔσται τῶν ἵππων καὶ τῶν ἁρμάτων ὁ κτύπος, ὡς δοκεῖν σεισμῷ τινι κατασείεσθαι τὴν πόλιν. Καὶ τὰ ὑπάρχοντά σου ληΐσονται, τοὺς δὲ οἰκήτοράς σου ἐξανδραποδίσουσι· τοσαύτη δὲ καταλήψεται ἐρημία, ὡς ἐν σοὶ τοὺς ἁλιέας ξηραίνειν τὰς βραχείσας σαγήνας, καὶ ἅπερ ποιεῖν εἰώθασιν ἐν ταῖς λείαις πέτραις, ταῖς τῇ θαλάττῃ πλησιαζούσαις, τοῦτο ἐν σοὶ διὰ τὴν πολλὴν ἐρημίαν ποιήσουσι. Τὸ δὲ, «Οὐκ ἔτι οὐ μὴ οἰκοδομηθήσῃ,» ἐκ τῆς τοῦ μακαρίου Ἡσαΐου τοῦ προφήτου μαθησόμεθα προφητείας. Κἀκεῖνος γὰρ ὁ προφήτης λυπηρὰ τῇ Τύρῳ προεθέσπισεν, ἀλλὰ χρόνῳ τινὶ ῥητῷ τὰ λυπηρὰ περιώρισε· «Καταλειφθήσεται γὰρ, φησὶ, Τύρος ἑβδομήκοντα ἔτη, ὡς χρόνον βασιλέως ἑνὸς, ὡς χρόνον ἀνθρώπου· καὶ ἔσται, μετὰ τὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ Θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἔσται ἡ ἐμπορία αὐτῆς ἁγία τῷ Κυρίῳ,» καὶ τὰ ἑξῆς. Τὸ τοίνυν, «Οὐ μὴ οἰκοδομηθήσεται,» τὴν τῶν τρόπων μεταβολὴν αἰνίττεται· ὅτι κατὰ τὴν προτέραν ἀσέβειαν οὐκ οἰκοδομηθήσεται, ἀλλ' ἑτέραν καὶ ἄντικρυς ἐναντίαν οἰκοδομὴν λήψεται, ἥτις, κατὰ τὸν προφήτην Ἡσαΐαν, ἁγία ἔσται τῷ Κυρίῳ. Καὶ μαρτυρεῖ τὰ πράγματα, καὶ ἡ νῦν κρατοῦσα εὐσέβεια. Ἀπὸ γὰρ τῆς προτέρας δεισιδαιμονίας καὶ τῆς περὶ τὰ εἴδωλα πλάνης, πρὸς τὸν Θεὸν ἐπιστρέψασα, τὸ τῆς θεογνωσίας ἐδέξατο φῶς ιεʹ, ιϛʹ. Ὅτι τάδε λέγει Κύριος τῇ Σόρ· Μὴ οὐχὶ ἀπὸ φωνῆς τῆς πτώσεώς σου, ἐν τῷ