Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1072
Not analysed yet
στενάξαι τραυματίας σου, ἐν τῷ ἀναιρεθῆναι μαχαίραις ἐν μέσῳ σου, σεισθήσονται αἱ νῆσοι, Καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὑτῶν πάντες ἄρχοντες τῶν ἐθνῶν τῆς θαλάσσης, καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὑτῶν, καὶ τὸν ἱματισμὸν αὑτῶν τὸν ποικίλον ἐκδύσονται; ἐκστάσει ἐκστήσονται, ἐπὶ γῆν καθιοῦνται, καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὑτῶν, καὶ στενάξουσιν ἐπὶ σέ; Ἐπίσημος ἦν ἡ Τύρος ἀνέκαθεν, οὐκ ἐν τῇ Ἀσίᾳ μόνον, ἀλλὰ καὶ ἐν Εὐρώπῃ· ἀναγκαίως τοίνυν καὶ ἡ προσπεσοῦσα αὐτῇ συμφορὰ γνώριμος ἐγένετο. Ταύτην δὲ, φησὶ, μαθόντες οἱ τὰς νήσους οἰκοῦντες ἐκδειματωθήσονται, καὶ οἱ τούτων δὲ βασιλεῖς ἐξ ἀθυμίας καὶ ἀχθηδόνος, καὶ τῶν διαδημάτων τὰς κεφαλὰς γυμνώσουσι· ταῦτα γὰρ μίτρας ἐκάλεσε· καὶ τὴν πολυτελῆ ἐσθῆτα ἐκδύσονται, καὶ πένθιμον ἀναλήψονται σχῆμα, τὰ αὐτὰ πείσεσθαι προσδοκῶντες. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· «Καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὑτῶν.» Οὕτω δὲ αὐτοὺς ἀνιάσει ἡ τῶν σῶν κακῶν ἀγγελία, ὅτι καὶ θρῆνον ἐπὶ σοὶ λήψονται, καὶ ἐροῦσι· ιζʹ, ιηʹ. Πῶς ἀπώλου, καὶ κατελύθης ἐκ θαλάσσης, ἡ πόλις ἡ ἐπαινετὴ, ἥτις ἐγενήθη ἰσχυρὰ ἐν τῇ θαλάσσῃ, αὐτὴ, καὶ οἱ κατοικοῦντες αὐτήν; ἡ δοῦσα τὸν φόβον αὑτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν. Καὶ φοβηθήσονται αἱ νῆσοι ἀφ' ἡμέρας πτώσεώς σου, καὶ ταραχθήσονται αἱ νῆσοι ἀπὸ τῆς ἐξουσίας σου ἐν τῇ θαλάσσῃ. Λογιζόμενοι, φησὶ, τὴν προτέραν ἐξουσίαν σου, καὶ τὴν ἐπὶ τοῦ παρόντος καταλαβοῦσάν σε συμφορὰν θεωροῦντες, σὲ μὲν θρηνήσουσι τὴν πάλαι πολυθρύλλητον καὶ περιβόητον· τὰ δὲ κατὰ σφᾶς αὐτοὺς μεριμνήσουσι, δεδοικότες μὴ τοῖς αὐτοῖς περιπέσωσιν. ιθʹ, κʹ. Ὅτι τάδε λέγει Ἀδωναῒ Κύριος· Ὅταν δῶ σε πόλιν ἠρημωμένην, ὡς τὰς πόλεις τὰς μὴ κατοικηθησομένας, ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον, καὶ καλύψει σε ὕδωρ πολύ. Καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον, πρὸς λαὸν αἰῶνος, καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς, ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς, μηδὲ ἀναστῇς ἐπὶ γῆν ζωῆς. —Ἄβυσσον ἐκάλεσε τοῦ Βαβυλωνίου τὴν στρατείαν διὰ τὸ πλῆθος. Ἐπειδὴ γὰρ καὶ αὐτὴ περίῤῥητός ἐστι, καὶ νῆσος ἐμφερὴς, πᾶσα μὲν ἔνδον ἐν τῇ θαλάττῃ κειμένη, μίαν δὲ ἀπὸ γῆς εἴσοδον ἔχουσα, ἁρμοδίως ἐχρήσατο τῇ τροπῇ, ὕδωρ πολὺ καὶ ἄβυσσον καλέσας τῶν πολεμίων τὸ πλῆθος. Τὸ δὲ, «Καταβιβάσω πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος·» τὸν θάνατον σημαίνει, ὑφ' ὃν τελοῦσιν ἅπαντες τὸν παρόντα αἰῶνα οἱ τὸν βίον ἐπεξιόντες. Λαὸν τοίνυν αἰῶνος τοὺς νεκροὺς ὠνόμασε. Τὸ δὲ, «Μὴ ἀναστῇς ἐπὶ γῆν ζωῆς,» τὸ ψαλμικὸν ἐκεῖνο δηλοῖ. «Διὰ τοῦτο οὐκ ἀναστήσονται