Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1073
Not analysed yet
ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων.» Ἀσεβεῖς δὲ ὄντες καὶ οἱ τηνικάδε Τύρον οἰκήσαντες, εἰς γῆν ζωῆς οὐκ ἀναστήσονται· ταύτην δὲ ὁ μακάριος Δαβὶδ χώραν ζώντων ὀνομάζει. «Ὅτι ἐῤῥύσατο γὰρ, φησὶ, τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἐκ τῶν δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.» Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ταύτην ποιεῖται τὴν διαίρεσιν. «Οὗτοι γὰρ, φησὶν, ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν καὶ αἰσχύνην αἰώνιον.» Ἀπειλεῖ τοίνυν καὶ τοῖς τηνικαῦτα τὴν Τύρον οἰκοῦσι, μετὰ τῆς ἀσεβείας ζῶσιν, οὐ μόνον τοῦ Βαβυλωνίου τὴν ἔφοδον, καὶ τὸν δι' ἐκείνου γενόμενον ὄλεθρον, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι βίῳ ἀλγεινά τε καὶ ἀνιαρά. Τί γὰρ ἀλγεινότερον τοῦ μὴ ἀναστῆναι ἐπὶ γῆν ζωῆς; Τούτοις ἐπάγει· καʹ. Ἀπωλείᾳ σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι, καὶ ζητηθήσῃ, καὶ οὐχ εὑρεθήσῃ εἰς τὸν αἰῶνα, λέγει Ἀδωναῒ Κύριος. Ἅπαντες οἱ θεῖοι προφῆται καὶ οἱ ἱεροὶ ἀπόστολοι τοῦ αὐτοῦ Πνεύματος ἠξιώθησαν· οὐ τοίνυν ἀλλήλοις ἐναντία φθέγγονται· πνεῦμα γὰρ ἀληθείας τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ τοῦ αὐτοῦ Πνεύματος οἱ θεῖοι ἠξιώθησαν προφῆται, καὶ ἀληθείας πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον, σύμφωνα τῶν μακαρίων προφητῶν τὰ θεσπίσματα. Κἂν εὕρωμεν περιωρισμένην τῆς Τύρου τὴν ἐρημίαν παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ, καὶ ἀκούσωμεν τοῦ προφήτου Ἰεζεκιὴλ λέγοντος τῇ Τύρῳ· «Ζητηθήσῃ, καὶ οὐχ εὑρεθήσῃ εἰς τὸν αἰῶνα, λέγει Ἀδωναῒ Κύριος·» οὐ διαφωνεῖν φήσομεν τοὺς προφήτας, ἀλλ' ἐκ τῶν τῆς Γραφῆς ἰδιωμάτων τὸ ζητούμενον λύσομεν. Οἶδε γὰρ πολλάκις καὶ τὸν ὀλίγον χρόνον αἰῶνα καλεῖν ἡ θεία Γραφή. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ μακαρίου Δαβὶδ εἰρημένον· «Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.» Καὶ μὴν ὁ αὐτός φησιν· «Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος.» Καὶ τοσοῦτον τοίνυν εἰδὼς τὸν ἀνθρώπινον βίον, αἰῶνα τοῦτον ὠνόμασε. Τὸ οὖν, «Οὐχ εὑρεθήσῃ εἰς τὸν αἰῶνα,» τουτέστιν, εἰς τὸν ὁρισθέντα σοι τῆς ἐρημίας αἰῶνα· ὡρίσθη δὲ αὐτῇ ἑβδομηκονταέτης χρόνος διὰ Ἡσαΐου τοῦ προφήτου. Εἰ δὲ καὶ πνευματικώτερόν τις βουληθείη νοῆσαι τὸ χωρίον, εὑρήσει καὶ οὕτως ἀληθῆ τὴν προφητείαν. Ἐὰν γάρ τις ἐπιζητήσῃ τὴν Τύρον, οὐχ εὑρήσει ἐκείνην τὴν προτέραν· ἐκείνη μὲν γὰρ ἦν δυσσεβής· ἡ δὲ μετ' ἐκείνην τὴν ἐρημωθεῖσαν ἀνθήσασα καὶ ἀναθηλήσασα, εὐσεβὴς ὁρᾶται, τῷ τῆς θεογνωσίας καταυγαζομένη φωτί. Εἴτε οὖν κατὰ τὸ ῥητὸν βούλεταί τις νοῆσαι τὴν προφητείαν, εὑρήσει αἰῶνα ὀνομαζόμενον τὸν ὁρισθέντα αὐτῇ χρόνον· εἴτε εἰς τὸ