Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1085
Not analysed yet
μένος.» Ἐπειδὴ οὐδεμίαν ὠφέλειαν ἐκ τῆς εὐημερίας ἐκαρπώσω, τοῖς ἐναντίοις σε σωφρονεῖν διδάξω. Τὸ πνεῦμα γὰρ, φησὶ, τοῦ νότου συνέτριψέ σε ἐν καρδίᾳ θαλάσσης.» Τροπικῶς τὸν Βαβυλώνιον οὕτω προσηγόρευσεν· ἐπειδὴ ὁ νότος μέγιστα ἐγείρειν πέφυκε κύματα, καὶ χαλεπὸν κατὰ τῶν πλεόντων ἐγείρειν τὸν κλύδωνα, τροπικῶς, ὡς ἐπὶ παραλίας πόλεως, νότον καλεῖ τῶν πολεμίων τὴν ἔφοδον. Εἶτα λέγει, ἵνα μὴ τοῖς αὐτοῖς ἐνδιατρίβωμεν, ὅτι· Καὶ σὲ, καὶ τοὺς μετοίκους σου, καὶ τοὺς κωπηλάτας, καὶ τοὺς κυβερνήτας, καὶ τοὺς συμβούλους, καὶ τοὺς ἐμπόρους, καὶ τοὺς τὸν πολεμικὸν πληροῦντας κατάλογον, πανωλεθρία καταλήψεται· τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· «Πεσοῦνται ἐν μέσῳ καρδίας θαλασσῶν.» Προστίθησι δὲ, ὅτι τῆς πολιορκίας καὶ τῆς ἁλώσεως γενομένης, οἱ πόῤῥωθεν διάγοντες κυβερνῆταί σου δέει περιπεσοῦνται πολλῷ, καὶ εἰς φυγὴν τραπήσονται· ταὐτὰ δὲ δράσουσι καὶ οἱ ναῦται σὺν τοῖς πρωρεῦσι, καὶ καταλιπόντες τὰ σκάφη, θρηνοῦντες καὶ ὀλοφυρόμενοι τὴν γῆν καταλήψονται· καὶ γῇ μὲν τὴν κεφαλὴν καταπάσονται, ἐπ' αὐτοῦ δὲ τοῦ ἐδάφους κατακλιθήσονται, τὴν ἐκεῖθεν ἐκματτόμενοι κόνιν· γυμνώσουσι δὲ τὰς κεφαλὰς τῆς ἀπὸ τῶν τριχῶν εὐπρεπείας, καὶ σάκκους περιζωσάμενοι, θρηνοῦντες καὶ ὀδυρόμενοι διατελέσουσιν. Εἶτα λέγει καὶ τὸν ὑπ' αὐτῶν γινόμενον θρῆνον. «Τίς ὥσπερ Τύρος κατασιγηθεῖσα ἐν μέσῳ τῆς θαλάσσης;» Ἐν ἡσυχίᾳ, φησὶ, καὶ εἰρήνῃ πάντα τοῦτον διετέλεσας τὸν χρόνον· οὐδενός σοι θόρυβον ἐπεγεῖραι τολμήσαντος. λγʹ. Πόσον τινὰ εὗρες μισθόν σου ἀπὸ τῆς θαλάσσης; Ἱκανὸν τοῦτο διδάξαι πάντας ἀνθρώπους, μὴ μεγαλοφρονεῖν ἐπὶ τῇ δοκούσῃ εὐημερίᾳ, διὰ τὴν ἀκολουθοῦσαν μεταβολήν· τοῦτο γὰρ καὶ τῇ Τύρῳ φησί· Τί κεκέρδηκας ἐν τοσούτῳ χρόνῳ ἀπὸ τῆς πολλῆς ἐμπορίας σου; καὶ μήν φησι· Καὶ ἀπὸ τοῦ συμμίκτου σου καὶ τῆς ἐπιμιξίας ἐπλούτισας πάντας βασιλεῖς τῆς γῆς. (λδ—λϛʹ.) Νῦν δὲ συνετρίβης ἐν θαλάσσῃ ἐν βάθει ὕδατος· ὁ σύμμικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου ἔπεσον, καὶ πάντες οἱ κωπηλάται σου. Κατοικοῦντες τὰς νήσους στυγνάσουσιν ἐπὶ σὲ, καὶ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται, καὶ δακρύσει τὸ πρόσωπον αὐτῶν. Ἔμποροι ἀπὸ ἐθνῶν συριοῦσιν ἐπὶ σοὶ, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα. Σκόπησον, φησὶν, ὡς οὐδὲν ὤνησέ σε ὁ περὶ τὴν ἐμπορίαν πόνος, ἡ τῶν ἐθνῶν ἁπάντων ἄφιξις. Δίκην γὰρ σκάφους ὑποβρύχιος γενομένη συνεκαλύφθης τῇ τῶν κακῶν ἀωρίᾳ, οἷόν τινα κύματα δεξαμένη τὰς τῶν πολεμικῶν ταγμάτων νιφάδας. Οὗ χάριν πάντες νησιῶνται καὶ παράλιοι σὺν τοῖς οἰκείοις σε