Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1088
Not analysed yet
θρηνοῦσι βασιλεῦσιν, ὁρῶντες τὴν πάλαι περιφανεστάτην πόλιν ἀθρόον ἀφανῆ καὶ φροῦδον γεγενημένην· θαυμάζοντες δὲ τὴν εἰς ἐρημίαν ἐσχάτην μεταβολήν σου, τῷ συριγμῷ τὴν τῆς διανοίας ἔκπληξιν σημανοῦσι. Τὸ δὲ, «οὐκέτι ἔση εἰς τὸν αἰῶνα,» κατὰ τὴν ἤδη γενομένην ὑφ' ἡμῶν ἑρμηνείαν νοήσομεν. Εἰ δὲ καὶ ἑτέραν δεῖ προσθεῖναι τοῖς εἰρημένοις, οὐκ ἀποκνήσομεν. Ἠκούσαμεν τοῦ Θεοῦ τῶν ὅλων διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· «Πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐτοὺς, καὶ καθελεῖν, καὶ ἀπολλύειν· κἂν ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὑτῶν, μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς· καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι· κἂν ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.» Οὐκοῦν καὶ ἀποφαίνεται ὁ Δεσπότης, καὶ λύει τὰς ἀποφάσεις, καὶ ἡ ἀλήθεια οὐ ψεύδεται. Ἀποφαίνεται γὰρ κατὰ τῶν μετανοίᾳ μὴ χρωμένων· ἐπὶ δὲ τῶν τὰ τῆς μετανοίας φάρμακα δεξαμένων ἡ τῆς τιμωρίας ψῆφος ἀργεῖ. Τοῦτο καὶ ἐπὶ τῶν Νινευϊτῶν ἐγένετο· κατεψηφίσατο γὰρ αὐτῶν πανωλεθρίαν, εἰρηκώς· «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται.» Ἀλλὰ μετανοήσαντας ἐδέξατο, καὶ τὴν ἀπόφασιν ἔλυσεν. Καὶ ἐνταῦθα τοίνυν τῆς διηνεκοῦς τιμωρίας ἔλυσε τὴν ψῆφον ἡ τῶν ἀπογόνων μεταβολή. ΚΕΦΑΛ. ΚΗʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ τῷ ἄρχοντι Τύρου· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας· Θεός εἰμι ἐγὼ, κατοικίαν Θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάσσης· σὺ δὲ εἰ ἄνθρωπος καὶ οὐ Θεὸς, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ. Βδελυρὰ μὲν ἅπαντα τὰ τῆς ἁμαρτίας εἴδη, βδελυρωτάτη δὲ πάντων ἡ ὑπερηφανία· «Πᾶν γὰρ ὑψηλὸν, φησὶ, βδέλυγμα ἔναντι Κυρίου·» καί· «Ὑπερηφάνοις Κύριος ἀντιτάσσεται·» καὶ ὁ θεῖος Ἀπόστολος· «Μὴ νεόφυτον, φησὶν, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου.» Ταύτην ἔσχε τὴν νόσον καὶ ὁ τῆς Τύρου ἄρχων, ὅ τε ὁρώμενος, ὅ τε ἀόρατος. Καὶ γὰρ ἡμεῖς οἱ εὐσεβεῖς βασιλευόμεθα μὲν κυρίως καὶ ἀληθῶς ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ· βασιλευόμεθα δὲ καὶ ὑπὸ ἀνθρώπων εὐσεβείᾳ κεκοσμημένων. Καὶ ἡ Τύρος τοίνυν, νῦν μὲν παραπλησίως ἡμῖν, καὶ τὸν Θεὸν ἔχει βασιλέα, καὶ τοὺς ὑπ' αὐτοῦ βασιλεύειν ταχθέντας ἀνθρώπους. Πάλαι δὲ, ἄγνοιαν νοσοῦσα Θεοῦ, καὶ τῇ ἀσεβείᾳ δουλεύουσα, ἄρχοντα εἶχε καὶ βασιλέα τὸν τῆς κακίας καὶ ἀσεβείας εὑρετὴν ὁμοῦ καὶ διδάσκαλον διάβολον· εἶχε δὲ καὶ ὁρώμενον ἄρχοντα, τὸν ὑπὸ τούτου κακῶς ἐνεργούμενον, καὶ τῇ