Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1089
Not analysed yet
δυσσεβείᾳ δεδουλωμένον. Πρὸς ἀμφοτέρους τοίνυν ὁ λόγος, ἀλλ' οὔτε τούτῳ, οὔτ' ἐκείνῳ πάντα ἁρμόττει· ἔνια δὲ ἑκατέροις, τινὰ δὲ θατέρῳ· τὰ δὲ νῦν ἀναγνωσθέντα ἑκατέρῳ. Ὅ τε γὰρ διάβολος εἰς ἐκείνην τὴν μανίαν ἐξώκειλε, καὶ λυττήσας Θεὸν ἑαυτὸν προσηγόρευσε, καὶ τοῦτο προσφέρειν αὐτῷ τὸ σέβας τοὺς ἀνθρώπους ἀνέπεισε· καὶ ὁ ὁρώμενος τῶν Τυρίων ἄρχων, τοῦτον νοσήσας τὸν τῦφον, καὶ εἰς τὴν πολλὴν ἀφορῶν εὐημερίαν, ὑπέλαβεν εἶναι Θεός. Διὸ πρὸς αὐτὸν ὁ Θεός φησι· «Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεός.» Καὶ κατὰ σύγκρισιν· γʹ. Μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιήλ; σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὑτῶν. Τοσοῦτον, φησὶν, ἀποδέω τοῦ θείᾳ φύσει παρεξετάσαι τὰ σὰ, ὅτι καὶ συνετῶν ἀνθρώπων ἀποδέοντα δείξω. Ὁ μὲν γὰρ Δανιὴλ καὶ τὴν θείαν εἶχε σοφίαν, καὶ τὴν Χαλδαίαν προσέλαβεν ἐπιστήμην· σὺ δὲ καὶ τῆς θείας ἐστέρησαι χάριτος, καὶ παρὰ σοφῶν ἀνθρώπων οὐ προσέλαβες ἐπιστήμην. Εἶτα ἀπὸ τῶν πραγμάτων ὁ ἔλεγχος· δʹ, εʹ. Μὴ ἐν τῇ ἐπιστήμῃ σου, ἢ ἐν τῇ φρονήσει σου, ἐποίησας σεαυτῷ δύναμιν, καὶ περιεποιήσω ἀργύριον καὶ χρυσίον ἐν τοῖς θησαυροῖς σου; Ἣ ἐν τῇ πολλῇ σου ἐπιστήμῃ καὶ τῇ ἐμπορίᾳ σου, ἐπλήθυνας δύναμίν σου, καὶ ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου; Δι' αὐτῶν, φησὶ, μάθε τῶν πραγμάτων, ὡς οὐκ ἐκ τῆς σῆς σοφίας, ἀλλ' ἐκ τῆς ἐμῆς χορηγίας, ταύτην ἔσχες τὴν ἐμπορίαν, καὶ τῶν ἀγαθῶν τὴν ἀφθονίαν. Βουληθεὶς γὰρ ἐγὼ, παραυτίκα σε τούτων ἁπάντων γυμνώσω, καὶ διδάσκαλόν σοι τῶν πραγμάτων ἐπιστήσω τὴν πεῖραν. Εἰ γὰρ ἐκ τῆς σῆς σοφίας ταύτην ἔσχες τὴν κτῆσιν, τῇ αὐτῇ σοφίᾳ χρησάμενος μὴ ἐγυμνώθης ὧν ἐκτήσω· γυμνούμενος δὲ, καὶ ἔρημος τούτων ἁπάντων γιγνόμενος, τοὺς μὲν ἀνοήτους ἀπόῤῥιψον λογισμοὺς, καὶ γνῶθι ὡς ἐγώ σοι καὶ δέδωκα ταῦτα, καὶ πάλιν ἔλαβον. Ἐπειδὴ γὰρ λαβὼν οὐκ ἔγνως με, μαθήσῃ με γυμνωθείς. ϛʹ—ιʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐπειδὴ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ· Ἀντὶ τούτου ἰδοὺ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὑτῶν ἐπὶ σὲ, καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν. Καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. Μὴ λέγων ἐρεῖς· Θεός εἰμι, ἐνώπιον τῶν ἀναιρούντων σε; Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεὸς, ἐν χειρὶ τῶν τιτρωσκόντων σε. Θανάτοις ἀπεριτμήτων ἀποθανῇ ἐν χερσὶ τῶν ἀλλοτρίων, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδωναῒ Κύριος. Ὅταν, φησὶ, τῆς βασιλικῆς σε γυμνώσωσιν ἐξουσίας οἱ παρ' ἐμοῦ κατὰ σοῦ πεμπόμενοι δυσμενεῖς, καὶ διὰ