Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1092
Not analysed yet
σφαγῆς σε παραπέμψωσι τῷ θανάτῳ, μὴ βρενθυόμενος καὶ ἀλαζονευόμενος πάλιν Θεὸν σεαυτὸν ὀνομάσεις, ὥσπερ αὐτοὺς δεδιττόμενος τῇ θείᾳ προσηγορίᾳ; Ἀλλὰ τοῦτο οὐχ οἷον γίνεσθαι· ἡ γὰρ τῶν πραγμάτων μεταβολὴ καὶ τοῦ φρονήματος ἐργάσεται τὴν μεταβολὴν, καὶ μαθήσῃ ὅτι ἄνθρωπος εἶ καὶ οὐ Θεὸς, τιτρωσκόμενος, καὶ ἀναιρούμενος, καὶ παραπλησίως τοῖς ἀπεριτμήτοις σου ὑπηκόοις σφαττόμενος. Ἰσχυρὰ γάρ μου καὶ ἀναντίῤῥητος ἡ ἀπόφασις· τοῦτο γὰρ ἐσήμανεν· «Ὅτι ἐγὼ ἐλάλησα, λέγει Ἀδωναῒ Κύριος.» Ταῦτα ἁρμόττει καὶ τῷ ἀλάστορι δαίμονι τῷ τὴν πονηρίαν ἐνεργήσαντι ἐν τῷ ὁρωμένῳ Τυρίων ἄρχοντι· διὸ καὶ ἀπειλεῖ αὐτῷ ὄλεθρον ἀπὸ ἀλλοτρίων, καὶ λοιμῶν, καὶ ἐθνῶν. Τοιοῦτοι δὲ πάλαι ἦσαν οἱ διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος τὴν εἰς θεογνωσίαν μεταβολὴν δεξάμενοι. Διὸ καὶ ὁ θεῖος Ἀπόστολος λέγει «Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους.» Καὶ αὐτὸς δὲ ὁ Θεὸς διὰ τοῦ μεγάλου Μωσέως· «Αὐτοὶ, φησὶ, παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὑτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.» Διὰ τούτων τοίνυν τῶν πάλαι ἀσυνέτων, καὶ ἀνοήτων, καὶ πλανωμένων, καὶ στυγητῶν, καὶ λοιμῶν, καὶ ἀλλοτρίων, καὶ ἐθνικῶν, τὴν τοῦ διαβόλου κατάλυσιν ὁ προφητικὸς προαγορεύει λόγος. Ἔστι δὲ καὶ εὑρεῖν καὶ τὸ τῶν ἀλλοτρίων ὄνομα κείμενον ἐπὶ τῶν πεπιστευκότων εὐσεβῶν· «Ὑμεῖς γὰρ, φησὶν, οἵ ποτε ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε.» Τούτους λέγει ταῖς ἑαυτῶν μαχαίραις τῆς τοῦ διαβόλου ἐπιστήμης τὸ κάλλος ἀφανίζειν καὶ φροῦδον ποιεῖν, ἀντὶ τοῦ, τὰς σὰς καταλύσουσι μηχανὰς, καὶ τὰς κατὰ τῶν ἀνθρώπων παύσουσιν ἐπιβουλὰς, καὶ τὰ ὑπ' αὐτῶν σοι γενόμενα ἐκ βάθρων ἀνασπάσουσι τεμένη, καί σε οἷόν τινι θανάτῳ παραδώσουσι τῇ λήθῃ, λαβόντες ἐξουσίαν «πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσάν σου δύναμιν.» Καὶ δι' αὐτῶν μαθήσῃ τῶν πραγμάτων, ὡς μάτην ἀνέπεισας τοὺς ἀνθρώπους, ὅτι Θεὸς εἶ. Ταῦτα δὲ πείσῃ, ἐπειδὴ ἀπερίτμητον ἔσχες τὸ φρόνημα, καὶ τὸ χαλεπὸν τῆς ἀλαζονείας σου μὴ περιέτεμες πάθος. ιαʹ—ιγʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου. Καὶ εἰπὲ αὐτῷ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως, πλήρης σοφίας, καὶ στέφανος κάλλους. Καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης πάντα λίθον τίμιον ἐνδέδεσαι, σάρδιον, καὶ τοπάζιον, καὶ σμάραγδον, καὶ ὑάκινθον, καὶ ἄνθρακα, καὶ σάπφειρον, καὶ ἴασπιν, καὶ ἀργύ-