Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1093
Not analysed yet
ριον, καὶ χρυσίον, καὶ λιγύριον, καὶ ἀχάτην, καὶ ἀμέθυστον, καὶ χρυσόλιθον, βηρύλλιον, καὶ ὀνύχιον, καὶ χρυσοῦ ἐνέπλησας τοὺς θησαυρούς σου, καὶ τὰς ἀποθήκας σου ἐν σοὶ, ἀφ' ἧς ἡμέρας ἐκτίσθης. Ταῦτα βιασάμενος ἄν τις λάβοι καὶ εἰς τὸν ὁρώμενον ἄρχοντα Τύρου· κυρίως δὲ καὶ ἀληθῶς ἁρμόττει τῷ ἐν ἐκείνῳ ἐνεργήσαντι ἀλιτηρίῳ δαίμονι· εἰς μὲν οὖν τὸν ἄρχοντα Τύρου, τὸν ὁρώμενον, ταῦτα λαμβάνοντες, οὕτω νοήσομεν· «Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως.» Κατ' εἰκόνα γὰρ θείαν ἐπλάσθη ὁ ἄνθρωπος, πλήρης σοφίας· καὶ λογικὸς γὰρ, καὶ λόγῳ τετιμημένος, καὶ στέφανος κάλλους· πάντων γὰρ κρείττων τῶν ἀλόγων, καὶ πεζῶν, καὶ πτηνῶν, ἐνύδρων τε καὶ ἀμφιβίων. «Καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης.» Ἐκ γὰρ τοῦ προπάτορος κατάγεις τὸ γένος, ὃς εὐθὺς διαπλασθεὶς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς ἐτέθη, ἐργάζεσθαι αὐτὸν καὶ φυλάττειν. Εἰκότως δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἱερὰν καὶ θείαν ὀνομαζομένην πόλιν, παράδεισον καλεῖ, καὶ Θεοῦ προφητείας, καὶ ἀρχιερωσύνης ἔχουσαν φυτὰ, ζωῆς καὶ σωτηρίας παρεκτικά. Φιλία δὲ πάλαι ὑπῆρχε τῷ Τυρίων καὶ τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ, καὶ ἦν τις αὐτοῖς καὶ ἐπιμιξία πρὸς ἀλλήλους· καὶ τοῦτο ἐκ τῶν Βασιλειῶν ῥᾴδιον καταμαθεῖν. Τὸ δέ· «Πάντα λίθον τίμιον ἐνδέδεσαι,» δῆλόν ἐστι κατὰ τὸ γράμμα νοούμενον, καὶ ἐπὶ βασιλέως λαμβανόμενον. Μυρίοις γάρ σε ἀγαθοῖς κατεκόσμησα, καὶ ὕλας σοι παντοδαπὰς πάντοθεν προσενήνοχα, ἐξ ὧν διαδήματα καὶ στεφάνους, πόρπας τε καὶ ζώνας, καὶ δακτυλίους κατασκευάσας, καὶ τὰ ταμιεῖα ἐμπλήσας, φρονῶν τὰ ἐναντία διετέλεσας, ἐπὶ τῇ τούτων περιουσίᾳ τε καὶ εὐπρεπείᾳ. Εἰς δὲ τὸν διάβολον οὐχ οὕτω ταῦτα νοήσομεν, ἀλλὰ τό· «Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως,» εἰς τὴν δοθεῖσαν αὐτῷ πάλαι ἀρχὴν καὶ ἐξουσίαν ληψόμεθα. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· «Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.» Ὡς εἶναι δῆλον, ὅτι πάλαι τὴν τοῦδε τοῦ ἀέρος οἰκονομίαν ἐπεπίστευτο, δι' ἀλαζονείαν δὲ τῆς ἡγεμονίας ἐκπεσὼν, ἐν τοῖς ἀπιστοῦσι τῷ τοῦ κηρύγματος λόγῳ τὴν οἰκείαν ἐνέργειαν ἐπιδείκνυται. «Πλήρης σοφίας καὶ στέφανος κάλλους, καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου ἐγενήθης.» Τὴν προτέραν αὐτοῦ ἀρετὴν διὰ τούτων αἰνίττεται. «Εἶδε γὰρ, φησὶν, ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» Εἷς δὲ καὶ οὗτος τῶν γενομένων ὑπῆρχεν, οὐδέπω δεξάμενος τὴν ἀπὸ τῆς γνώμης ἐπὶ τὰ χείρω μεταβολήν. Διὰ δὲ τῶν εἰρημένων λίθων, τὴν παντοδαπὴν αὐτοῦ σοφίαν καὶ ἐπιστήμην σημαίνει. Καὶ γὰρ ὁ ἀρχιερεὺς τὸ λόγιον τῆς κρίσεως, ὃ τούτους αὐτοὺς περιέκειτο τοὺς λίθους, ἐπὶ τοῦ στήθους