Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1096
Not analysed yet
φέρων, εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῄει· τὸ δὲ στῆθος οἷόν τι ταμεῖόν ἐστι τῆς καρδίας, καὶ φυλακτήριον. Καὶ τὰ ἐπαγόμενα δὲ πάντα, οὐ τῷ ὁρωμένῳ ἄρχοντι τῆς Τύρου, ἀλλὰ τῷ ἀοράτῳ ἁρμόττει. ιδʹ. Κατεσκευάσθης γὰρ, φησὶ, μετὰ τοῦ Χεροὺβ, κεχρισμένος παρὰ Θεοῦ τοῦ κατασκηνοῦντος. Σὺν γὰρ ταῖς ἁγίαις ἐκείναις καὶ σεβασμίαις δυνάμεσι, καὶ τῆς δημιουργίας, καὶ τῆς χρίσεως ἠξιώθης· χρίσιν δὲ ἐνταῦθα τὸν ἁγιασμὸν καλεῖ, τὸν ὑπὸ τοῦ θείου Πνεύματος ταῖς ἀσωμάτοις καὶ ἁγίαις δυνάμεσι χορηγούμενον. «Καὶ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ· ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων.» Ὄρος ἅγιον Θεοῦ καλεῖ τὸ ὕψος τῆς γνώσεως, λίθους δὲ πυρίνους τὰς ἁγιωτάτας δυνάμεις· καὶ τὸ τίμιον γὰρ καὶ τὸ φωτοειδὲς ἔχουσιν· οἶδεν δὲ πολλάκις ἡ θεία Γραφὴ καὶ τοὺς εὐσεβεῖς ἀνθρώπους λίθους ἁγίους καλεῖν. «Λίθοι γὰρ, φησὶν, ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς.» Ἀλλ' οὗτοι ἅγιοι μὲν, οὐ πύρινοι δέ. Περὶ δὲ τῶν ἄνω δυνάμεων ἀκούωμεν τοῦ θείου Δαβὶδ λέγοντος· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα.» Τούτων οὐδὲν τῷ ὁρωμένῳ ἄρχοντι τῶν Τυρίων ἁρμόττει, κἂν μυριάκις τῶν ἐριστικῶν τινες φιλονεικοῦντες εἴποιεν λίθους πυρίνους τοὺς Ἰουδαίους, καὶ τῶν Τυρίων τὴν πρὸς τούτους ἐπιμιξίαν· οὐδὲ γὰρ Ἰουδαῖοι λίθοι πύρινοι. Εἰ δὲ καὶ τοὺς ἐν αὐτοῖς προφήτας λίθους πυρίνους τις ὀνομάσειεν, οὐδὲ οὕτω στήσει τὸ νόημα· οὐδεμίαν γὰρ εἶχον οἱ Τύριοι κοινωνίαν πρὸς τοὺς προφήτας, ἀσεβείᾳ συζῶντες· τὰς δὲ ἐμπορικὰς ἐπιμιξίας πρὸς τοὺς χαμαιζήλους τῶν Ἰουδαίων καὶ ταπεινοὺς ἐποιοῦντο, οὓς οὐκ ἄν τις εὖ φρονῶν τολμήσειε λίθους ὀνομάσαι πυρίνους, παραβαίνοντας τὸν θεῖον νόμον, καὶ παρὰ τὰ τούτῳ δοκοῦντα συμβόλαια πρὸς ἐθνικοὺς ποιουμένους. Ἀλλ' οὐδὲ τό· «Ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ,» τούτῳ ἁρμόττον ἔστιν ἰδεῖν. Οὐδὲ γὰρ ἐν τοῖς Ἱεροσολύμοις διῆγεν, ἵνα καὶ δῶμεν περὶ τοῦ Σιὼν ὄρους ταῦτα λέγεσθαι· καὶ τὰ ἐπαγόμενα δὲ σαφῶς τοῦτο δείκνυσιν. ιεʹ. Ἐπορεύθης γὰρ, φησὶν, ἄμωμος ἐν ταῖς ἡμέραις σου· ἀφ' ἧς ἡμέρας ἐκτίσθης σὺ, ἕως οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Τοιοῦτος γὰρ ἦν πρὸ τῆς ἐκπτώσεως ὁ διάβολος. Περὶ δὲ τῶν ἀνθρώπων ἠκούομεν· «Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μιᾶς ἡμέρας γένηται ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.» Οὗτος δὲ ἀσώματος ὢν ἄμωμος ἦν τὴν ἀρχήν· ἐπειδὴ δὲ τῇ ἐπὶ τὸ χεῖρον ἐχρήσατο ῥοπῇ, εἰς τὴν ἐκ διαμέτρου ἐναντίαν ὁδὸν ἐπορεύθη. ιϛʹ. Ἀπὸ γὰρ πλήθους τῆς περιδρομῆς σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας, καὶ ἥμαρτες, καὶ