Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1097
Not analysed yet
ἐτραυματίσθης. Μὴ ἀρκεσθεὶς γὰρ τῇ δοθείσῃ σοι καὶ σοφίᾳ, καὶ ἐξουσίᾳ, μειζόνων δὲ ἐρασθεὶς, ἀνομίας μὲν πλήρης ἐγένου, τῆς δὲ ἁμαρτίας ἐδέξω τὰ τραύματα. Ταῦτα ὁ προφήτης Ἡσαΐας περὶ αὐτοῦ φησι· «Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη;» Ἅπαντας γὰρ ἔχων ὑπηκόους διὰ τοῦ σωτηρίου σταυροῦ τῆς τυραννίδος ἐξέπεσεν. Εἶτα τὴν προτέραν αὐτοῦ διηγεῖται μανίαν, καὶ τὴν ὑπερβάλλουσαν ἀλαζονείαν· «Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βοῤῥᾶν, ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.» Ὄρη δὲ τὰ πρὸς βοῤῥᾶν καλεῖ τὰς τῆς κακίας ἀφορμάς. Ἀπὸ βοῤῥᾶ γὰρ, κατὰ τὸν προφήτην, ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Οὕτως αὐτοῦ γυμνώσας τὸν τῦφον προαγορεύει καὶ τὴν κατάλυσιν· «Νῦν δὲ εἰς ᾅδην καταβήσῃ εἰς τὰ θεμέλια τῆς γῆς.» Τοῦτο καὶ ὁ θεῖος Ἰεζεκιὴλ ὑπὸ τοῦ Θεοῦ λέγειν διδάσκεται. «Ἀπὸ ὄρους γὰρ, φησὶ, τοῦ Θεοῦ κατήγαγέ σε τὸ Χεροὺβ τὸ συσκιάζον ἐκ μέσου λίθων πυρίνων.» Τότε μὲν οὖν αὐτὸν τὸ Χεροὺβ, τὴν θείαν δόξαν ἀξιούμενον φέρειν, τῶν ἁγίων ἐχώρισε δυνάμεων, αἳ δὴ καὶ προσαγορεύονται πύρινοι· νῦν δὲ οἱ τῆς θείας ἐπιβάσεως ἄξιοι διὰ τὴν τῆς ψυχῆς καθαρότητα, ὧν ἐν ταῖς καρδίαις αἱ τοῦ Θεοῦ ἀναβάσεις, κατὰ τὸν θεῖον προφήτην, ἐξουσίαν ἔλαβον τοῖς ποσὶν αὐτὸν συμπατεῖν. ιζʹ. Ὑψώθη ἡ καρδία σου, ἐπὶ τῷ κάλλει σου. Μέγα, φησὶν, ἐφρόνησας τὰ παρ' ἐμοῦ σοι χορηγηθέντα θεασάμενος ἀγαθά. «Διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου.» Πάντων, φησὶν, ἐγυμνώθης, τὴν δοθεῖσάν σοι τάξιν καταλιπών. «Διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔῤῥιψά σε· ἐναντίον βασιλέων δέδωκά σε παραδειγματισθῆναι.» Πολλῇ πονηρίᾳ, φησὶ, χρησάμενος, τῆς ἄνω μὲν ἐξέπεσας τάξεως, κάτω δὲ ἀπεῤῥίφης, εἰς τὸ γελᾶσθαι παρὰ τῶν τὴν δοθεῖσαν αὐτοῖς φυλαττόντων τάξιν, καὶ καλῶς βασιλεύειν τῶν ἐν αὐτοῖς ἐπισταμένων παθῶν. ιηʹ. Διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου, καὶ ἀδικιῶν τῆς ἐμπορίας σου, ἐβεβήλωσας τὸν ἁγιασμόν σου. Εἰπάτωσαν οἱ ἀντιλέγοντες, ποῖον ἁγιασμὸν εἶχεν ὁ δυσσεβὴς τῆς Τύρου βασιλεύς· ἀλλ' οὐκ ἂν ἔχοιεν δεῖξαι. Οὗτος δὲ, περὶ οὗ νῦν ὁ λόγος, ἡνίκα εἷς τῶν ἁγίων ἀρχαγγέλων ὑπῆρχεν, ἐν μετουσίᾳ ἦν ἁγιωσύνης ἁπάσης· ἀλλ' αὐτὸς τὸν ἁγιασμὸν ἐβεβήλωσε κακῇ χρησάμενος ἐμπορίᾳ, καὶ τοῦ πλείονος ἐπιθυμήσας καὶ τῶν δοθέντων ἐξέπεσε.