Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1100
Not analysed yet
Τοῦτο δὲ καὶ τὸν ἄνθρωπον παθεῖν παρεσκεύασε. Κατ' εἰκόνα γὰρ Θεοῦ κἀκεῖνος γεγενημένος, τοῖς κωτίλοις αὐτοῦ λόγοις ὑπαχθεὶς καὶ ἐπιθυμήσας γενέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσε. «Καὶ ἐξάξω πῦρ ἐκ μέσου σου.» Τοῦτο ἀμφοτέροις ἁρμόττει, καὶ τῷ ἐνεργήσαντι τὴν κακίαν, καὶ τῷ ἐνεργηθέντι Τυρίων βασιλεῖ· ἀμφότεροι γὰρ τῆς ἐπενεχθείσης αὐτοῖς τιμωρίας παρέσχον τὰς ἀφορμάς. Τοιοῦτόν ἐστι τὸ διὰ τοῦ προφήτου Ἡσαΐου πρὸς Ἰουδαίους εἰρημένον· «Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» Καὶ ἐνταῦθα τοίνυν λέγει· «Ἐξάξω πῦρ ἐκ μέσου σου. Τοῦτο καταφάγεταί σε.» Τουτέστι, ταῖς σαῖς παρανομίαις ὕλαις χρήσομαι εἰς τὰς κατὰ σοῦ τιμωρίας. «Καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου, ἐναντίον πάντων τῶν ὁρώντων σε.» Καὶ τοῦτο ἀμφοτέροις ἁρμόττει. Καὶ γὰρ ὁ ἄνθρωπος ἐν τῇ ἑαυτοῦ γῇ πεσὼν κόνις ἐγένετο, καὶ ὁ διάβολος, ἄρχειν δοκῶν τῆς οἰκουμένης, ὑπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ὑμῶν καταλυθεὶς, σποδοῦ δίκην ὑπὸ τῶν εὐσεβῶν πατεῖται. ιθʹ. Καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσι στυγνάσουσιν ἐπὶ σοί. Οἱ γὰρ ἔτι προσμένοντες τῇ σῇ δουλείᾳ, ὁρῶντες τῶν εἰδώλων τὴν παῦλαν, καὶ τὰ τούτων τεμένη παντελῶς καταλελυμένα, ἐν κατηφείᾳ διάγουσιν ἀθυμοῦντες, καὶ διηνεκῶς ἀδημονοῦντες. «Ἀπώλεια ἐγένου, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα.» Τὴν παντελῆ αὐτοῦ κατάλυσιν διὰ τούτων ἐδήλωσεν. Οὕτω πληρώσας τῆς Τύρου τὸν θρῆνον, ἐπὶ τὴν Σιδῶνα μεταβαίνει, καὶ αὐτὴν ὅμορον οὖσαν, καὶ συντόμως καὶ τὰ ταύτῃ συμβησόμενα προλέγει. κʹ—κγʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα, καὶ προφήτευσον ἐπ' αὐτήν. Καὶ εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, Σιδὼν, καὶ ἐνδοξασθήσομαι ἐν σοὶ, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί. Καὶ ἐξαποστελῶ ἐπὶ σὲ θάνατον, καὶ αἷμα ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι ἐν μέσῳ σου ἐν μαχαίραις ἐν σοὶ, καὶ περικύκλῳ σου, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. Ἐπειδὴ, φησὶν, ἐν εὐημερίᾳ οὖσα ἠγνόησάς με, ὦ Σιδὼν, πολλοῖς σε καὶ παντοδαποῖς περιβαλῶ κακοῖς, καὶ λιμῷ, καὶ πολεμίων σφαγαῖς, ἵνα διὰ τῶν συμφορῶν καταμάθῃς τὴν ἐμὴν δεσποτείαν. Λέγει δὲ καὶ τὰς αἰτίας τῆς ἀπωλείας. κδʹ. Καὶ οὐκ ἔσονται ἔτι τῷ οἴκῳ τοῦ Ἰσραὴλ σκόλοψ πικρίας, καὶ ἄκανθα ὀδύνης, ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν, τῶν ἀτιμασάντων αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Ἀδωναῒ Κύριος. Ταῦτα, φησὶ, καὶ τῇ Τύρῳ, καὶ τοῖς ἀλλοφύ-