Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1101
Not analysed yet
λοις, καὶ πᾶσι τοῖς ἐκ γειτόνων οἰκοῦσιν ἐπάξω, ἵνα μήτε ἀρχέτυπον ἀσεβείας ὑμᾶς ἔχῃ ὁ ἐμὸς λαὸς, μήτε πολεμίους συνεχῶς αὐτοῖς ἐπιόντας, καὶ διηνεκῶς ἀνιῶντας. Οὕτω τὰ λυπηρὰ προθεσπίσας, προθεσπίζει τῷ Ἰσραὴλ τὰ χρηστὰ, ἐπιτείνων ἐκείνοις τὰ λυπηρά· δυσμενῶς γὰρ διακείμενοι ἀφορμὴν ὀδύνης ἐποιοῦντο τοῦ Ἰσραὴλ τὴν εὐπραξίαν. κεʹ—κϛʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Καὶ συνάξω τὸν οἶκον Ἰσραὴλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὑτῶν, ἧς ἔδωκα τῷ δούλῳ μου Ἰακώβ. Καὶ κατοικήσουσιν ἐν αὐτῇ ἐπ' ἐλπίδι, καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ φυτεύσουσιν ἀμπελῶνας, καὶ κατοικήσουσιν ἐπ' ἐλπίδι, ὅταν ποιήσω κρίματα ἐν πᾶσι τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν. Οὐχ ὁμοίως ἅπαντας τοὺς ἁμαρτάνοντας ὁ τῶν ὅλων παιδεύει Θεὸς, ἀλλὰ τοὺς μὲν οἰκειουμένους αὐτῷ ἰατρικῶς, δικαστικῶς δὲ τοὺς ἄλλους. Διὸ καὶ ὁ προφήτης προσευχόμενος ἔλεγε· «Παίδευσον ἡμᾶς Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ.» Ταυτὸ δὴ τοῦτο καὶ ὁ μακάριος ᾔτει Δαβίδ· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Ταύτην τὴν διαφορὰν καὶ ἐν τοῖς ἔναγχος ἡρμηνευμένοις ἔστιν ἰδεῖν. Τοῖς μὲν γὰρ ἄλλοις τέως οὐδὲν χρηστὸν ἐπηγγείλατο· τῷ δὲ Ἰσραὴλ ἀνάκλησιν, καὶ οἰκείωσιν, καὶ οἰκιῶν οἰκοδομὴν, καὶ γηπονίαν, καὶ φυτουργίαν, καὶ ἀγαθῶν ἐλπίδα, καὶ τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν, τὴν θείαν ἐπίγνωσιν. Τούτων γὰρ, φησὶ, γενομένων, «γνώσονται ὅτι καὶ αὐτῶν εἰμι Κύριος, καὶ Θεὸς τῶν πατέρων αὐτῶν.» Ταύτην καὶ ἡμᾶς γένοιτο διηνεκῶς ἔχειν τὴν γνῶσιν, ἵν' ἐξ ὅλης αὐτὸν καρδίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης δυνάμεως, καὶ ἐξ ὅλης ἰσχύος ἀγαπήσωμεν, μὴ μερίζοντες τὸ φίλτρον, ἀλλ' ὅλον ἀνατιθέντες ἐκεῖ, ἵν' αὐτὸν ἀναπνέωμεν, καὶ ἄσβεστον τὴν περὶ αὐτοῦ περιφέρωμεν μνήμην, καὶ καθήμενοι, καὶ διανιστάμενοι, καὶ κοιταζόμενοι, καὶ πορευόμενοι ἐν ὁδῷ· οὕτω γὰρ καὶ τῆς παρ' αὐτοῦ προμηθείας διηνεκῶς ἀπολαυσόμεθα, καὶ τῶν ἐπηγγελμένων τευξόμεθα ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.