Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1104
Not analysed yet
ΤΟΜΟΣ ΙΒʹ. ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ. αʹ, βʹ. Ἐν τῷ ἔτει τῷ δεκάτῳ, ἐν τῷ δωδεκάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ βασιλέα Αἰγύπτου, καὶ προφήτευσον ἐπ' αὐτὸν, καὶ ἐπ' Αἴγυπτον ὅλην λάλησον. Πέρας ἐπιθεὶς ταῖς περὶ Τύρου προῤῥήσεσιν, ἐπὶ τὴν Αἴγυπτον μεταφέρει τὸν λόγον. γʹ. Καὶ εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, Φαραὼ βασιλεῦ Αἰγύπτου, τὸν δράκοντα τὸν καθήμενον ἐν μέσῳ τῶν ποταμῶν, καὶ λέγοντα· Ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς. Τινὲς τῶν ἑρμηνευτῶν ἑνικῶς εἶπον τὸν ποταμὸν, οἱ δὲ Ἑβδομήκοντα πληθυντικῶς· ἀληθῆ δὲ ἀμφότερα· εἷς μὲν γὰρ ὁ Νεῖλος, αἱ δὲ τούτου διώρυγες πλεῖσται, ποταμὸς δὲ ἑκάστη διώρυξ ὑπὸ τῶν ἐγχωρίων καλεῖται. Ἐλέγχει τοίνυν τοῦ Φαραὼ τὴν ἀλαζονείαν, καὶ δείκνυσιν αὐτὸν μεγαλαυχούμενον ἐπὶ τοῖς ποταμοῖς, ὡς ὑπ' αὐτοῦ γεγενημένοις. Δράκοντα δὲ αὐτὸν καλεῖ, διὰ τὸ τυραννικὸν καὶ ἀντίθεον. Οὕτω γὰρ καὶ τὸν διάβολον ἡ θεία προσαγορεύει Γραφή· «Τῇ ἡμέρᾳ γὰρ, φησὶν, ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν, ἐπὶ τὸν δράκοντα ὄφιν,» καὶ τὰ ἑξῆς. δʹ—ϛʹ. Καὶ ἐγὼ δώσω χαλινὸν εἰς τὰς σιαγόνας σου, καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου, καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου, καὶ ταῖς λεπίσι σου προσκολληθήσονται. Καὶ ἀποῤῥίψω εἰς τὴν ἔρημόν σε καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ, καὶ καταβαλῶ σε ἐν τάχει, καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς, καὶ οὐ μὴ περισταλῇς· τοῖς θηρίοις τῆς γῆς, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα. Καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον, ὅτι ἐγώ εἰμι Κύριος. Φοβερὰ τὰ ἠπειλημένα καὶ φρίκης μεστά· οὐ γὰρ μόνον αὐτὸν, ἀλλὰ καὶ τοὺς ὑπηκόους ἠπείλησε παραδοῦναι σφαγῇ· ἰχθύας γὰρ προσκολλωμέ-