Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1105
Not analysed yet
νους τοὺς ὑπηκόους προσηγόρευκε. Καὶ ὥσπερ ἐπὶ τῆς Τύρου τὰς τῆς ἀλληγορίας ἀφορμὰς ἀπὸ τῆς θαλάττης ἔλαβε (παραλία γὰρ ἡ πόλις), οὕτως ἐνταῦθα ἀπὸ ποταμοῦ κέχρηται τῇ τροπῇ. Λεπίδας δὲ αὐτοῦ καὶ πτέρυγας τὴν ἡγεμονίαν καὶ τὴν ἐξουσίαν ἐκάλεσε, αἷς οἱ ἀρχόμενοι τῆς τοῦ βασιλέως ἀναγκαίως ἐκοινώνησαν τιμωρίας. Ἱκανῶς δὲ διὰ τοῦ χαλινοῦ ᾐνίξατο τὰ πρὸ τοῦ χαλινοῦ σκιρτήματα. Ἠπείλησε δὲ τοὺς μὲν εἰς ἔρημον χώραν ἐκπέμψειν δορυαλώτους, τοὺς δὲ σφαγῇ παραδώσειν, καὶ τοῖς θηρίοις καταλείψειν βοράν. Ἐπάγει δὲ καὶ τὴν αἰτίαν· Ἀνθ' ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ἰσραήλ. (ζʹ.) Ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὑτῶν, καὶ ἐθλάσθης, καὶ ὅτε ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα χεὶρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σὲ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν. Τῇ μὲν οὖν Τύρῳ καὶ τοῖς ἀλλοφύλοις, περὶ ὧν ἄνω προειρήκαμεν, ἠπείλησεν ἐπάξειν τὰς συμφορὰς, ὡς ἡσθεῖσιν ἐπὶ τοῖς συμβεβηκόσι τῷ Ἰσραήλ· τῇ δὲ Αἰγύπτῳ οὐ τοῦτο μέμφεται, ἀλλὰ πᾶν τοὐναντίον, ὅτι τῇ παρ' αὐτῆς βοηθείᾳ θαῤῥῆσαι τὸν λαὸν παρασκευάσασα, τῆς μὲν θείας αὐτὸν προνοίας ἀπεγύμνωσεν, οὐδὲν δὲ τοῦτον διὰ τῆς οἰκείας ὤνησεν ἐπικουρίας. Τοῦτο γὰρ διὰ τῆς καλαμίνης παρεδήλωσε ῥάβδου, συντριβείσης δι' ἀσθένειαν, καὶ συνθλασθείσης. Οὕτω καὶ ὁ Σενναχηρεὶμ παρὰ τῷ Ἡσαΐᾳ τὴν Αἰγυπτίων βοήθειαν προσηγόρευσε· «Πέποιθε γὰρ, φησὶν, ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην, τὴν τεθλασμένην, ἐπ' Αἴγυπτον· ὡς ἐὰν ἐπιστηριχθῇ ἀνὴρ ἐπ' αὐτὴν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ.» Τοῦτο καὶ ἐνταῦθα ἔφη· «Ἐπελάβοντό σου τῇ χειρὶ αὑτῶν, ἐθλάσθης, καὶ ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα ἡ χείρ.» Καταγέλαστοι, φησὶ, καὶ ἐπίχαρτοι τοῖς πολεμίοις ἐγένοντο, σοῦ δίκην καλαμίνης ῥάβδου συνθλασθείσης καὶ ἡττηθείσης. ηʹ, θʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν, καὶ ἀπολῶ ἀνθρώπους ἀπὸ σοῦ, καὶ κτήνη. Καὶ ἔσται ἡ Αἴγυπτος εἰς ἀπώλειαν καὶ ἐρήμωσιν, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος. Ἐπειδὴ δὲ μέγα φρονῶν, καὶ τοῖς ἄλλοις ὑπισχνοῦ βοηθεῖν, μαθήσῃ τῇ πείρᾳ, ὡς οὐδὲ τῆς οἰκείας γῆς ὑπερμαχῆσαι δυνήσῃ, ἐμοῦ σοι τὴν τιμωρίαν ἐπάγοντος· ἐπιγνώσεται δὲ ὁ ἐμὸς λαὸς τὴν ἐμὴν δυναστείαν. Εἶτα πάλιν τῶν τῆς ἀλαζονείας αὐτῶν ἀναμνήσας ῥημάτων, «Ἔλεγες γὰρ, φησὶν, ὅτι Ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς·» ἐρημίαν ἀπειλεῖ τῇ Αἰγύπτῳ, οὐ πάσῃ, ἀλλ' ἢ ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, ἕως τῶν ὁρίων Αἰθιόπων, καὶ οὐδὲ ταύταις ταῖς πόλεσι διηνεκῆ τὴν ἐρημίαν, ἀλλὰ χρόνον τινά.