Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1108
Not analysed yet
ιʹ—ιβʹ. Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σέ, καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου, καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον, καὶ ῥομφαίαν, καὶ ἀπώλειαν, ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, καὶ ἕως ὁρίων Αἰθιόπων. Οὐ μὴ διέλθῃ αὐτὴν, φησὶ, ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ ἐπ' αὐτὴν, καὶ οὐ κατοικηθήσονται τεσσαράκοντα ἔτη. Καὶ δώσω τὴν γῆν αὐτῆς, εἰς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται ἀφανεῖς τεσσαράκοντα ἔτεσι· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι, καὶ λικμήσω αὐτοὺς ἐν ταῖς χώραις. Ἄῤῥητος ἡ τοῦ Θεοῦ φιλανθρωπία, μέτρῳ μέν τινι καὶ σταθμῷ τὰς τιμωρίας ἐπάγουσα, πάλιν δὲ τὰ πληττόμενα θεραπεύουσα· αὐτοῦ γάρ ἐστιν ἡ φωνή· «Ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω, πατάξω, κἀγὼ ἰάσομαι.» Κἀνταῦθα τοίνυν ἀπειλεῖ τοῖς Αἰγυπτίοις αἰχμαλωσίαν, καὶ διασπορὰν, καὶ ἐρημίαν, ἀλλ' ὀλίγῳ χρόνῳ περιορίζει τὴν ἐρημίαν. Τεσσαράκοντα, φησὶν, ἔτη ἄβατος ἔσται, καὶ οὐ πᾶσα ἡ Αἴγυπτος, ἀλλ' ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, ἕως τῶν ὁρίων Αἰθιόπων, καὶ εὐθὺς ὑπισχνεῖται τὴν ἀνάκλησιν. ιγʹ, ιδʹ. Μετὰ τεσσαράκοντα γὰρ, φησὶν, ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ. Καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων, καὶ κατοικιῶ αὐτοὺς ἐν γῇ Παθούρης, ἐν τῇ γῇ ὅθεν ἐλήφθησαν. Οὕτως ὑποσχόμενος τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν, προλέγει καὶ τὴν ἐσομένην τῆς βασιλείας ἐκείνης σμικρότητα. ιεʹ. Καὶ ἔσται γὰρ, φησὶν, ἀρχὴ ταπεινὴ ἐκεῖ, παρὰ πάσας τὰς ἀρχὰς, καὶ ἔσται ταπεινοτάτη, τοῦ μὴ ὑψωθῆναι ἔτι ἐπὶ τὰ ἔθνη, καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω, τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι. Μαρτυρεῖ τῇ προφητείᾳ τὰ πράγματα τὴν ἀλήθειαν. Καταλυθεῖσα γὰρ ὑπὸ τοῦ Ναβουχοδονόσορ τῶν Αἰγυπτίων ἡ βασιλεία ἀνήνθησε πάλιν ἐπὶ Κύρου τοῦ Πέρσου, ἀλλὰ τὴν προτέραν οὐκ ἀπέλαβε δυναστείαν. Οὐ πολλοῦ γὰρ χρόνου διελθόντος, Καμβύσης ὁ Κύρου ταύτην πάλιν καταλύσας, ὑπήκοον ἐποιήσατο, καὶ δασμὸν φέρειν ἠνάγκασεν· ὕστερον δὲ καὶ Μακεδόνας ἐδέξατο βασιλέας, παντελῶς τῶν Αἰγυπτίων παυσαμένων βασιλέων. ιϛʹ. Καὶ οὐκ ἔσονται ἔτι τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν ἐν τῷ ἀκολουθῆσαι ὀπίσω αὐτῶν, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος. Οὕτω γὰρ, φησὶ, τῶν Αἰγυπτίων ἐλαττώσω τὴν βασιλείαν, ὡς μηκέτι τὸν ἐμὸν λαὸν τῇ ἐκείνων βοηθείᾳ θαῤῥεῖν, καὶ ἀσεβείας ἀφορμὰς παρ' ἐκείνων λαμβάνειν, ἀλλὰ τὴν ἐμὴν προμήθειαν ἐπιζητεῖν· μαθήσονται γάρ μου τὴν δεσποτείαν.