Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1109
Not analysed yet
ιζʹ, ιηʹ. Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὑτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρῳ. Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγένετο αὐτῷ, καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρῳ, καὶ τῇ δουλείᾳ ᾗ ἐδούλευσεν ἐπ' αὐτῇ. Ἐκεῖνα τῷ δεκάτῳ ἔτει τῆς Ἰεχονίου αἰχμαλωσίας προείρηκεν, ἢ τῷ δωδεκάτῳ· οὕτω γὰρ καὶ ὁ Ἑβραῖος λέγει, καὶ ὁ Σύρος· ταῦτα δὲ τῷ ἑβδόμῳ καὶ εἰκοστῷ μετὰ τὴν ἅλωσιν τῆς Τύρου καὶ τὴν μακρὰν πολιορκίαν, δι' ἣν καὶ πᾶσαν κεφαλὴν λέγει φαλακρὰν γενέσθαι, καὶ πάντα ὦμον μαδῶντα. Ἡ γὰρ ὑπαίθριος διαγωγὴ τοιαῦτα ποιεῖν εἴωθε, τοῦ φλογμοῦ πολλάκις ἀποδέροντος τῶν τοῦ σώματος μελῶν τὰ γυμνὰ τούτῳ προκείμενα. Ὑπισχνεῖται δὲ τῷ Ναβουχοδονόσορ τὸν μισθὸν δώσειν τὴν Αἴγυπτον, ὑπὲρ τῶν πόνων τῶν περὶ τὴν πολιορκίαν τῆς Τύρου γεγενημένων· οὐκ ἐπειδὴ γνώμῃ τῷ θείῳ διακονῶν βουλήματι τοῦτο εἰργάσατο (οἰκείᾳ γὰρ ὁρμῇ κεχρημένος πᾶσι τούτοις τοῖς ἔθνεσιν ἐπεστράτευσεν), ἀλλὰ διὰ τούτων παραδηλοῖ, ὡς οὐδὲν αὐτοῦ μὴ βουλομένου γενήσεται. «Δύο γὰρ, φησὶ, στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται παρεκτὸς τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς.» Οὐδὲν γὰρ αὐτὸν λέληθε τῶν γιγνομένων· ἀλλὰ τὰ μὲν αὐτὸς πρυτανεύει, τὰ δὲ γίνεσθαι συγχωρεῖ, νῦν μὲν τῷ αὐτεξουσίῳ τῶν ἀνθρώπων παραχωρῶν, νῦν δὲ τοὺς ἀξίους δι' ἑτέρων κολάζεσθαι συγχωρῶν. Δεῖξαι τοίνυν βουλόμενος, ὡς αὐτοῦ συγχωρήσαντος ταύτην ἔλαβεν ὁ Ναβουχοδονόσορ τὴν δύναμιν, ὑπισχνεῖται καὶ μισθὸν αὐτῷ δώσειν ὑπὲρ τῆς Τυρίων πολιορκίας τῶν Αἰγυπτίων τὴν δούλωσιν. ιθʹ, κʹ. Τάδε, λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τὴν γῆν Αἰγύπτου, καὶ λήψεται τὸ πλῆθος αὐτῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς, καὶ ἔσται ὁ μισθὸς τῇ δυνάμει αὐτοῦ. Ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρου, δέδωκα αὐτῷ τὴν γῆν Αἰγύπτου, ἀνθ' ὧν ὅσα εἰργάσατο. Πάλιν τὰ αὐτὰ εἴρηκε, τῇ ἀναλήψει καὶ δευτερώσει τὴν πρόῤῥησιν βεβαιῶν· Τάδε λέγει Ἀδωναῒ Κύριος· (καʹ.) Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραὴλ, καὶ σοὶ δώσω στόμα ἠνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. Κέρας ἡ θεία Γραφὴ ποτὲ μὲν καλεῖ τὴν εὐσέβειαν, ποτὲ δὲ τὴν δύναμιν, ποτὲ δὲ τὴν βασιλείαν· τὸ δὲ Ἀνατελεῖ κέρας ἐκ τῆς μεταφορᾶς τῶν μόσχων τέθεικεν, οἳ ἀσθενεῖς