Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1112
Not analysed yet
μὲν εἰσὶν πρὸ τῆς τῶν κεράτων ἐκφύσεως, μετὰ δὲ τὴν τούτων αὔξησιν πολλὴν προσλαμβάνουσι δύναμιν. Τῆς τοίνυν Αἰγύπτου, φησὶ, καταλυομένης, ὁ ἐμὸς ἀνθήσει λαὸς, καὶ εὐσέβειαν κτήσεται, τὴν πονηρίαν οὐκ ἔχων διδάσκαλον· ὑφέξουσι δὲ καὶ τοῖς προφητικοῖς λόγοις τὴν ἀκοὴν, τὴν ἐμὴν δεσποτείαν μεμαθηκότες. Τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς· «Καὶ σοὶ δώσω στόμα ἠνεῳγμένον ἐν μέσῳ αὐτῶν·» διὰ γὰρ τοῦ Ἰεζεκιὴλ πάντα τὸν προφητικὸν ἐσήμανε χορόν. ΚΕΦΑΛΑΙΟΝ Μʹ. αʹ—γʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ὀλολύξατε, ὢ ὢ ἡ ἡμέρα. Ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ ἐγγίζει ἡ ἡμέρα νεφέλης, καὶ καιρὸς ἐθνῶν ἔσται. Διὰ πάντων τῶν εἰρημένων δεδίττεται, θρηνεῖν καὶ ὀδύρεσθαι παρακελευόμενος. Ἡμέραν καλεῖ τὸν τῆς τιμωρίας καιρόν· νεφέλην δὲ τὸ ἀπὸ τῆς συμφορᾶς ταῖς ψυχαῖς γενόμενον σκότος· καιρὸν δὲ ἐθνῶν ἐκάλεσε τὴν τοῖς ἔθνεσιν ἐπιφερομένην τιμωρίαν. Οὐ γὰρ μόνον, φησὶν, ὁ ἐμὸς λαὸς τούτοις περιπεσεῖται τοῖς κακοῖς, ἀλλὰ καὶ τὰ ἔθνη δώσει δίκας τῆς ἀσεβείας. δʹ, εʹ. Καὶ ἥξει μάχαιρα ἐπ' Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται οἱ τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ ληφθήσεται τὸ πλῆθος αὐτῶν, καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς. Καὶ καταληφθήσονται Πέρσαι, καὶ Κρῆτες, καὶ Λίβυες, καὶ Αἰθίοπες, καὶ Λυδοὶ, καὶ πᾶσα ἡ Ἀραβία, καὶ πάντες οἱ ἐπίμικτοι, καὶ ἐκ τῶν υἱῶν τῆς διαθήκης μου ἐν αὐτῇ μαχαίρᾳ πεσοῦνται μετ' αὐτῆς. Τὰ τῇ Αἰγύπτῳ, φησὶ, συμβησόμενα θόρυβον καὶ τῇ Αἰθιοπίᾳ παρέξει· ὅμορος γὰρ οὖσα ἀγωνιάσει μὴ ταὐτὰ πάθῃ. Εἶτα διηγεῖται τοὺς Αἰγυπτίων ἐπικούρους σὺν Αἰγυπτίοις ἀναιρουμένους, Κρῆτας, καὶ Λίβυας, καὶ Αἰθίοπας, καὶ Λυδοὺς, καὶ Ἄραβας. Καὶ Ἑλληνικαὶ δὲ ἱστορίαι διδάσκουσι τὴν Λυδῶν καὶ Αἰγυπτίων συμμαχίαν. Πέρσας δὲ οὐ τοὺς ἀπὸ τῆς Περσίδος εἰς βοήθειαν αὐτοῖς ἐληλυθότας λέγει· πῶς γὰρ οἷόν τε ἦν, Ἀσσυρίων καὶ Χαλδαίων πολεμούντων αὐτοῖς, Πέρσας ἔχειν συμμάχους; ἀλλὰ τοὺς πάλαι ποτὲ ἐκεῖθεν ἀποικισθέντας, καὶ μετοίκους ἐν Αἰγύπτῳ γεγενημένους. Φασὶ δὲ καὶ τὴν Αἰγυπτιακὴν Βαβυλῶνα τούτου χάριν ὁμώνυμον τῇ Περσικῇ γενέσθαι, ὡς Περσῶν αὐτὴν ᾠκηκότων. Υἱοὺς δὲ τῆς διαθήκης αὐτοὺς καλεῖ τοὺς Ἰουδαίους, οἳ μετὰ τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν κατῆλθον εἰς Αἴγυπτον, τὸν προφήτην Ἱερεμίαν λαβόντες. Καὶ τούτοις δὲ ὁμοίως ἀπειλεῖ τιμωρίαν, ἐπειδὴ παρὰ τὸν αὐτοῦ σκοπὸν τὴν Ἰουδαίαν καταλιπόντες ἀφίκοντο εἰς τὴν