Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1113
Not analysed yet
Αἴγυπτον. Ταῦτα δὲ καὶ διὰ Ἱερεμίου τοῦ προφήτου εἴρηται· «Γνώσονται γὰρ, φησὶ, πάντες οἱ κατάλοιποι τοῦ Ἰούδα, οἱ παροικοῦντες ἐν γῇ Αἰγύπτου, λόγος τίνος ἐμμενεῖ, ὁ ἐμὸς, ἢ ὁ αὐτῶν· καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, φησὶ Κύριος· Ἰδοὺ ἐγὼ δίδωμι τὸν Φαραὼ Οὐαφρῆ βασιλέα Αἰγύπτου ἔκδοτον εἰς χεῖρας ζητούντων ψυχὴν αὐτοῦ, καθὼς ἔδωκα τὸν Σεδεκίαν βασιλέα Ἰούδα εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ, καὶ ζητοῦντος ψυχὴν αὐτοῦ.» Συμφωνεῖ τοίνυν ἀλλήλοις τὰ ὑπὸ τῶν θείων προφητῶν προηγορευμένα· ἑνὸς γὰρ Πνεύματος ῥήματα. Οὕτω πάλιν προειρηκὼς μετὰ τοῦ διορισμοῦ τῆς Αἰγύπτου τὴν ἐρημίαν, καὶ πῦρ τὸν Ἀσσύριον προσαγορεύσας βασιλέα, ἐπάγει· θʹ. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι ἀπὸ προσώπου μου ἐν Σεὶμ, σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν τὴν ἐλπίδα· καὶ ἔσται ταραχὴ αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει. —Ἐλπίδα τὴν Αἰθιοπίαν ἐκάλεσε, διὰ τὸ τοὺς Αἰγυπτίους τῇ ἐκείνων βοηθείᾳ θαῤῥεῖν· τὸ δὲ Σεὶμ τῇ Ἑλλάδι φωνῇ ἐν ἰσχύϊ δηλοῖ. Ταῦτα δὲ, φησὶ, τῶν Αἰγυπτίων ὑπομενόντων, ταραχθήσονται Αἰθίοπες οἱ τούτων ἐπίκουροι, οὐ μόνον διὰ τὰ τούτοις ἐπελθόντα κακὰ, ἀλλὰ καὶ διὰ τὰς σφᾶς αὐτοὺς καταληψομένας συμφορὰς δι' ἀγγέλων τινῶν ὑπ' ἐμοῦ πεμπομένων, καὶ ἐπειγομένων πληρῶσαι τὰ προσταχθέντα. ιʹ—ιβʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Καὶ ἀπολῶ τὸ πλῆθος τῶν Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος. Αὐτοῦ, καὶ τοῦ λαοῦ αὐτοῦ μετ' αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν· καὶ ἐκκενώσουσι πάντας τὰς μαχαίρας αὑτῶν ἐπ' Αἰγύπτου, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν. Καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους, καὶ ἀποδώσομαι τὴν γῆν εἰς χεῖρας πονηρῶν, καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, ἐν χερσὶν ἀλλοτρίων· ἐγὼ Κύριος λελάληκα. Τοῖς τῶν ἐθνῶν, φησὶν, ἁπάντων ὠμοτέροις Βαβυλωνίοις παραδώσω τὴν Αἴγυπτον, ὥστε πᾶσαν αὐτῶν τὴν γῆν πληρωθῆναι σφαγῶν, καὶ τοὺς ποταμοὺς ἐρήμους γενέσθαι τῶν παροικούντων· τὸ δὲ, «Ἀποδώσομαι τὴν γῆν εἰς χεῖρας πονηρῶν,» ἀντὶ τοῦ παραδώσω τέθεικεν. Ἁρμόττει δὲ καὶ τοῦτο τοῖς προειρημένοις· μισθὸν γὰρ ἔφη δώσειν τῷ Ναβουχοδονόσορ, τῆς Αἰγύπτου τὴν δούλωσιν, ὑπὲρ τῶν γεγενημένων αὐτῷ πόνων ἐν τῇ πολιορκίᾳ τῆς Τύρου. Εἶτα προλέγει, ὅτι βδελύγματα αὐτῶν, τουτέστι, τὰ εἴδωλα τὰ βδελυγμίας μεστὰ, ὑπὸ τῶν πολεμίων καταλυθήσεται. ιγʹ. Καὶ λήξουσιν οἱ τῆς Μέμφεως ἡγεμόνες. Τηνικαῦτα τῆς Αἰγύπτου τὰς ἡνίας πεπιστευμέ-