Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1116
Not analysed yet
νοι. Καὶ φόβος ἅπασιν ἐπιπεσεῖται τοῖς Αἰγυπτίοις, τῆς Τάνεως μὲν ἐμπιπραμένης, Διοσπόλεως δὲ πανωλεθρίαν ὑπομενούσης· τῆς δὲ δυνατωτάτης Σαϊτῶν πόλεως χαλεπωτάταις περιπεσούσης συμφοραῖς· καὶ ἁπαξαπλῶς πυρὸς δίκην τῶν πολεμίων ἅπασαν κατανεμομένων τὴν Αἴγυπτον, ὡς καὶ τὴν ἐνδοτάτω κειμένην Συήνην τὸν ἐκ τούτων ὑποδέξασθαι θόρυβον. Καὶ τὴν ἐξαπιναίως δὲ γενομένην ἔφοδον ἱκανῶς παρεδήλωσεν, εἰρηκώς· «Ἔσονται ἐν Μέμφει πόλεμοι αὐθημερινοί»· ἅμα γὰρ τῇ ἀγγελίᾳ καὶ ἡ διαμάχη γενήσεται. Τὸ δὲ, «Ἐν Διοσπόλει ἔσται ἔκρηγμα, καὶ διαχυθήσεται ὕδατα,» τῶν τειχῶν ᾐνίξατο τὴν κατάλυσιν, καὶ τῶν πολεμίων τὴν εἴσοδον, δίκην ὑδάτων εἰσρεόντων, καὶ διαχεομένων εἰς ἁπάσας αὐτῆς τὰς ἀγυιάς τε καὶ οἰκίας. Τούτοις προστέθεικεν· ιζʹ. Ὅτι καὶ οἱ νεανίσκοι Ἡλιουπόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται. Δῆλον δὲ ὅτι καὶ ἐπὶ τούτοις μέγα ἐφρόνουν, ὡς ἀριστεῦσι καὶ δυνατοῖς· ἀλλὰ καὶ «Αἱ γυναῖκες, φησὶν, ἐν αἰχμαλωσίᾳ πορεύσονται.» Εἶτα προστίθησιν· ιηʹ. Ὅτι καὶ τῇ Τάφναις συσκοτάσει ἡ ἡμέρα. Σημαίνων τὸ ἐκ τῶν συμφορῶν ἐπιγινόμενον σκότος. Ταυτὸ δὲ τοῦτο πάλιν ἐσήμανεν, εἰρηκώς· «Καὶ αὐτὴν νεφέλη καλύψει.» Οἱ γὰρ κακοῖς περιπίπτοντες οὐχ ὁμοίως ὁρῶσι τὸ φῶς, ἀλλὰ σκότου παντὸς ζοφωδεστέραν ὑπολαμβάνουσι τὴν ἡμέραν. Εἶτα τῶν γιγνομένων ἐδήλωσε τὸν σκοπόν. ιθʹ. Καὶ ποιήσω κρίματα ἐν Αἰγύπτῳ, καὶ γνώσονται οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος. Ταῦτα γὰρ, φησὶν, ἅπαντα γενέσθαι συγχωρήσω, ἵνα καὶ οἱ Αἰγύπτιοι μάθωσι μὴ ἐφ' ἑαυτοῖς μέγα φρονεῖν, ἀλλὰ τὴν ἐμὴν δεσποτείαν γνωρίζειν. κʹ. Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ πρώτῳ μηνὶ, ἑβδόμῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων. Τοῦτο τὸ εἶδος καὶ παρὰ Ἱερεμίᾳ τῷ προφήτῃ εὑρίσκεται· καὶ γὰρ ἐκεῖνος σποράδην τίθησι τοὺς χρόνους, καὶ τιθεὶς πρότερα τὰ ἐπὶ Σεδεκίου γεγενημένα, ὃς ἔσχατος ἐβασίλευσε, πάλιν τὰ κατὰ τὸν Ἰωακεὶμ διηγεῖται, ὃς πρὸ ἐκείνου τὴν βασιλείαν ἐπρυτάνευσεν. Αἴτιον δὲ τούτου τὸ μὴ ἱστορίαν αὐτοὺς ἁπλῶς συγγράφειν, ἀλλὰ προφητείας κατὰ χρόνους τινὰς γεγενημένας. Ἀναγκαίως δὲ καὶ μάλα εἰκότως τούτου νῦν ἐμνημόνευσε τοῦ χρόνου. Ἐπειδὴ γὰρ τοσοῦτον νέφος συμφορῶν ἠπείλησε τῇ Αἰγύπτῳ ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει. διδάσκει ἡμᾶς τῆς τιμωρίας τὸ δίκαιον. Ἐν γὰρ τῷ ἑνδεκάτῳ, φησὶν, ἔτει εἶπε Κύριος πρός με· (καʹ.) Υἱὲ ἀνθρώπου, τοὺς βραχίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοῦναι αὐτῷ ἴασιν, τοῦ ἐπιθεῖναι αὐτῷ μάλαγμα, τοῦ δεθῆναι,