Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1117
Not analysed yet
καὶ κατισχύσαι, καὶ ἐπιλαβέσθαι μαχαίρας. Μετρίαν, φησὶν, ἐπήγαγον αὐτῷ τιμωρίαν, καὶ οὐκ ἠθέλησε τοῖς τῆς μετανοίας χρήσασθαι φαρμάκοις ἵνα πάλιν τῆς προτέρας ἐπιλάβηται δυναστείας. κβʹ—κδʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῖ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς, καὶ τεταμένους, καὶ τοὺς συντετριμμένους, καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἀπὸ τῆς χειρὸς αὐτοῦ. Καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας. Καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος. Ἐπειδὴ γὰρ οὐκ ἐβουλήθη ταῖς μετρίαις σωφρονισθῆναι παιδείαις, μεγίσταις αὐτὸν ὑποβαλῶ τιμωρίαις, καὶ πάσης αὐτὸν τῆς ἰσχύος γυμνώσω, ὡς μηδὲ τοῖς πολεμικοῖς δυνηθῆναι χρήσασθαι ὀργάνοις, πάσης δὲ ἰσχύος καὶ δυνάμεως ἐμπλήσω τὸν Βαβυλώνιον· διὰ γὰρ τῶν βραχιόνων, καὶ ἐπὶ τοῦ Αἰγυπτίου, καὶ ἐπὶ τοῦ Βαβυλωνίου τὴν δύναμιν παρεδήλωσεν· ἐπειδὴ γὰρ διὰ τῶν βραχιόνων, καὶ τὰ πολεμικὰ πέφυκεν ἐνεργεῖσθαι, «Καὶ δώσω, φησὶ, τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ· καὶ ἐπάξει αὐτὴν ἐπ' Αἴγυπτον, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς.» Ἐγὼ, φησὶν, ἐγχειρίσω αὐτῷ τὴν τιμωρητικὴν ἐνέργειαν, ὥστε τὰ προειρημένα πάντα τῇ Αἰγύπτῳ ποιῆσαι· ταῦτα δὲ πάλιν προστέθεικε, τῇ δευτερώσει τὰ πρότερα βεβαιῶν. Διὸ ὡς σαφῆ καὶ ἐκ τῶν προερμηνευθέντων δῆλα γεγενημένα, κατέλιπον ἀνερμήνευτα. ΚΕΦΑΛΑΙΟΝ ΛΑʹ. α, βʹ. Καὶ ἐγένετο ἐν τῷ δεκάτῳ ἔτει, ἐν τῷ τρίτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ πρὸς τὸ πλῆθος αὐτοῦ· Τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου; Ἐπειδὴ τῇ μακροθυμίᾳ εἰς δέον οὐκ ἠθέλησε χρήσασθαι, ἀλλὰ τὸν τῦφον καὶ τὴν ἀλαζονείαν ἔχων ἐπέμενε, κατ' ἐρώτησιν αὐτῷ προσφέρει τοὺς λόγους. Εἰπὲ, φησὶν, ὦ τῆς Αἰγύπτου βασιλεῦ, τίσι σαυτὸν ἀπεικάζεις; καὶ τίνι νομίζεις ἐοικέναι τῶν βασιλέων, ὅτι τοσούτῳ φρονήματι κέχρησαι; Εἶτα ἐπάγει· γʹ. Ἰδοὺ Ἀσσοὺρ κυπάρισσος ἐν τῷ Λιβάνῳ, καὶ καλὸς ταῖς παραφυάσι, καὶ ὑψηλὸς τῷ μεγέθει, καὶ πυκνὸς τῇ σκέπῃ, καὶ εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ. Τῷ τροπικῷ πάλιν κέχρηται χαρακτῆρι, καί φησι τῶν Ἀσσυρίων τὸν βασιλέα τῇ ἐν τῷ Λιβάνῳ φυομένῃ κυπαρίσσῳ ἐοικέναι, κατά τε τὸ μέγεθος τοῦ ὕψους, καὶ τὸ πυκνὸν καὶ ἀμφιλαφὲς τῶν ὑπηκόων, καὶ τὸ εὐπρεπὲς τῶν ὑπάρχων καὶ στρατηγῶν· παραφυάδας γὰρ τούτους ἐκάλεσε. Τὸ δὲ, «Εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ,» οὐ μόνον ὑπερβολικῶς κατὰ τὸ τῶν ἀνθρώπων ἰδίωμα τέθεικεν (εἰώθασι γὰρ πολλοὶ λέγειν, ὅτι Ὁ δεῖνα ἕως τῶν νεφελῶν ὑψώθη), ἀλλὰ καὶ