Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1129
Not analysed yet
ἀλλὰ καὶ «Τὸ σπέρμα αὐτοῦ, οἱ κατοικοῦντες ὑπὸ τὴν σκέπην αὐτοῦ, ἐν μέσῳ τῆς ζωῆς αὑτῶν ἀπώλοντο.» Ὁ γὰρ Βαλτάσαρ, σπέρμα ὢν καὶ υἱὸς τοῦ Ναβουχοδονόσορ, οὐκ εἰάθη διὰ τὴν πολλὴν ἀσέβειαν εἰς γῆρας ἐλάσαι, ἀλλὰ μεσοῦντος ἤδη τοῦ τοῖς ἀνθρώποις ὡρισμένου χρόνου παρεδόθη σφαγῇ. Ἐπὶ δὲ τοῦ διαβόλου, σπέρμα προσήκει νοεῖν τὴν ὑπ' αὐτοῦ κατασπαρεῖσαν τῆς ἀσεβείας διδασκαλίαν· ὅτι καὶ αὐτὴ ἄρδην ἀφανισθήσεται, καὶ οἱ ταύτης ὑπερμαχεῖν φιλονεικοῦντες. Εἶτα πρὸς αὐτὸν τρέπει τὸν λόγον. ιηʹ. Τίνι ὡμοιώθης ἐν δυνάμει, καὶ ἐν δόξῃ, καὶ ἐν μεγέθει, ἐν τοῖς ξύλοις τῆς τρυφῆς; Κατάβηθι, καὶ καταβιβάσθητι μετὰ ξύλων τῆς τρυφῆς εἰς γῆς βάθος. Ἐπειδὴ γὰρ, φησὶν, οὐκ ἐβουλήθης ὁμοιωθῆναι τοῖς ἅμα σοι φυτευθεῖσι ξύλοις, ἀλλὰ τῷ φυτουργῷ, μετὰ τούτων τῶν ξύλων, τῶν ταὐτά σοι πεφρονηκότων, προστάττω σε ἀποῤῥιφῆναι, καὶ εἰς τὸ τῆς γῆς ἀποῤῥιφῆναι βάθος. Καὶ τοῦτο τοίνυν ἀμφοτέροις ἁρμόττει. Τούτοις ἐπάγει· «Ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τραυματιῶν μαχαίρας.» Τὸ δὲ ἀπεριτμήτων, οὐ περὶ τοῦ σώματος, ἀλλὰ περὶ τῆς καρδίας λέγει· οἶδε γὰρ οὐ μόνον ἡ Καινὴ, ἀλλὰ καὶ ἡ Παλαιὰ Γραφὴ, περιτομὴν καρδίας· καὶ τοῦτο διὰ τοῦ προφήτου φησὶν ὁ Θεός· «Ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκὶ, ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίᾳ αὑτῶν.» Ἐπειδὴ τοίνυν τὴν ἀλαζονείαν περιτεμεῖν οὐκ ἠθέλησας, ἀλλ' ἐναπέμεινέ σοι τὸ τῆς ἀλαζονείας περίττωμα, ταὐτὰ πείσῃ τοῖς ταῦτα δεδρακόσιν. Εἶτα συμπληροῖ τὸ νόημα· «Οὕτω Φαραὼ, καὶ πᾶν τὸ πλῆθος τῆς ἰσχύος αὐτοῦ, λέγει Ἀδωναῒ Κύριος.» Εἰρηκὼς γὰρ ἄνω· «Τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου;» καὶ διηγησάμενος τὰ κατὰ τὸν Ἀσσύριον, εἶτ' οὖν Βαβυλώνιον, ἐπήγαγε τό· «Οὕτω Φαραὼ καὶ πᾶν τὸ πλῆθος τῆς ἰσχύος αὐτοῦ.» Εἰ γὰρ ἐκεῖνος, φησὶν, ὁ πολλῷ σου μείζων καὶ περιφανέστερος ταῦτα πείσεται, ἀνάμεινον καὶ σὺ τὴν αὐτὴν τιμωρίαν, τὴν αὐτὴν ἔχων ἀσέβειαν. ΚΕΦΑΛΑΙΟΝ ΛΒʹ. αʹ, βʹ. Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ τὸν βασιλέα Αἰγύπτου, καὶ ἐρεῖς αὐτῷ· Λέοντι ἐθνῶν ὡμοιώθης σὺ, καὶ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ, καὶ ἐκεράτιζες αὐτοῖς ποταμοῖς σου, καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου, καὶ κατεπάτεις τοὺς ποταμούς σου. Καὶ τούτου πάλιν τὴν ἀλαζονείαν κατηγορεῖ καὶ τύφον, καὶ λέγει αὐτὸν ἐζηλωκέναι τοῦ ἐν τῇ θαλάσσῃ δράκοντος τὴν ὑπερηφανίαν. Ἐδιδάχθημεν δὲ τοῦτον εἶναι τὸν διάβολον, τὸν πάλαι ποτὲ τῶν ἐθνῶν πικρῷ