Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1132
Not analysed yet
καὶ ἁλμυρῷ ἐνδιαιτηθέντα φρονήματι. Φησὶ δὲ καὶ ὁ Ἡσαΐας ἐπάξειν τὸν Θεὸν τὴν μάχαιραν τὴν ἁγίαν ἐπὶ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ· λέγει δὲ αὐτὸν ἐπιχειρῆσαι καὶ λέοντι ὁμοιωθῆναι· λέοντα δὲ τῶν ἐθνῶν βασιλεύοντα τὸν Κύριον μεμαθήκαμεν· «Ἀνακλιθεὶς γὰρ, φησὶν, ἀνεπαύσατο, ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν; Λέγει τοίνυν· Ὅτι ἐπειράθης ὁμοιωθῆναι τῷ τῶν ἐθνῶν λέοντι, παραπλησίως τῷ δράκοντι τῷ ἐν τῇ θαλάσσῃ, καὶ ἀλαζονικὸν κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἀνεδέξω φρόνημα, θαῤῥῶν τῷ ποταμῷ καὶ ταῖς τούτου διώρυξιν, ὡς μὴ δεόμενος μὴ νέφων, μηδὲ ὑετοῦ, μηδὲ τῆς ἄνωθεν προνοίας καὶ κηδεμονίας, ἀλλὰ τοῖς ποσὶ χρώμενος, καὶ ταράσσων τὸ ὕδωρ, καὶ ὀχετηγῶν εἰς ἀρδείαν· τούτου χάριν, φησί· γʹ. Περιβαλῶ ἐπὶ σὲ δίκτυά μου ἐν ἐκκλησίᾳ λαῶν πολλῶν, καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου. Ἁρμοδίως καὶ μάλα προσφόρως τῷ ποταμῷ ἀγκίστρου καὶ δικτύων ἐμνημόνευσεν· ἡρμήνευσε δὲ καὶ ταῦτα εἰρηκώς· «Ἐν ἐκκλησίᾳ λαῶν πολλῶν.» Οἷον γάρ τινι δικτύῳ, τῇ στρατείᾳ τῶν πολεμίων, καὶ καθάπερ τινὶ ἀγκίστρῳ, τῷ ἐμῷ βουλήματι ἀγρεύσω σε καὶ θηρεύσω σε, δίκην ἰχθύος. δʹ—ϛʹ. Καὶ ἐκτενῶ σε, φησὶν, ἐπὶ τὴν γῆν, καὶ πεδία πλησθήσεταί σου, καὶ ἐπικαθιῶ ἐπὶ σὲ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐμπλήσω ἐκ μέσου σου πάντα τὰ θηρία τῆς γῆς. Καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη, καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου τὰ πεδία. Καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου ἐπὶ τῶν ὀρέων, καὶ φάραγγας ἐμπλήσω ἀπὸ σοῦ. Ὅταν, φησὶν, ὑπὸ τῶν πολεμίων ἀγρευθῇς καὶ ἀναιρεθῇς, ἄταφος μενεῖς, καὶ ἐμπλήσεις τὰς τῶν θηρίων καὶ τὰς τῶν ὀρνέων γαστέρας· οἱ δὲ τοῦ αἵματος ὀχετοὶ, καὶ τῆς σηπεδόνος οἱ ἰχῶρες, τούτους γὰρ ἐκάλεσε προχωρήματα, καὶ τὰ πεδία, καὶ τὰ ὄρη πληρώσει. ζʹ, ηʹ. Καὶ κατακαλύψω τὸν οὐρανὸν ἐν τῷ σβεσθῆναί σε, καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ· ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φανῇ τὸ φῶς αὑτῆς. Πάντας τοὺς φωστῆρας τοῦ οὐρανοῦ συσκοτάσω ἐπὶ σοὶ, καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου, λέγει Ἀδωναῒ Κύριος. Οὐ φύσει ταῦτα λέγει γεγενῆσθαι, ἀλλὰ τῇ τῶν ἀνιωμένων διαθέσει· οἱ γὰρ ἐν συμφοραῖς ὄντες νυκτὸς ἀφεγγεστέραν τὴν ἡμέραν ὑπολαμβάνουσι· καὶ τοῦτο διδάσκων ἔφη· «Καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου·» οὐκ ἐπὶ πᾶσαν τὴν γῆν. Εἰ δέ τις λέγει, καὶ σκότος τῷ ὄντι ἐν τῇ Αἰγύπτῳ γεγενῆσθαι κατὰ τὸν πολέμου καιρὸν, τοῦ Θεοῦ δεικνύντος, ὡς αὐτὸς τοῖς Βαβυλωνίοις εἰς τιμωρίαν τῶν Αἰγυπτίων ἐχρήσατο, τῆς εὐσεβοῦς διανοίας οὐχ ἁμαρτήσεται.