Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1133
Not analysed yet
θʹ, ιʹ. Καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἀνάγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν ἣν οὐκ ἔγνως. Καὶ στυγνάσει ἐπὶ σὲ ἔθνη πολλὰ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται, ἐν τῷ ἐκσπάσαι με ῥομφαίαν μου κατὰ πρόσωπον αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὑτῶν ἀφ' ἡμέρας πτώσεώς σου. Τῆς αἰχμαλωσίας σου, φησὶ, γινομένης, οἱ μὲν τῆς προτέρας σου μεμνημένοι θρασύτητος ἀνηλεεῖς περὶ σὲ φανήσονται· οἱ δὲ θρηνήσουσι, καὶ ἀνιαθήσονται, ἐκ τῶν συμβεβηκότων σοὶ τὰ καταληψόμενα αὐτοὺς κακὰ τεκμαιρόμενοι. Εἶτα διδάσκει, ὡς ἥξει μὲν τῶν Βαβυλωνίων ἡ στρατεία ἔχουσα προμάχους ἀριστέας τινάς· τούτους γὰρ ἐκάλεσε γίγαντας. Καὶ ἅτε δὴ τῶν ἐθνῶν ἁπάντων ὄντες ὠμότεροι, δίκας σε, φησὶν, ὦ Αἴγυπτε, τῆς ὑπερηφανίας εἰσπράξονται· ταύτην γὰρ ἐκάλεσεν ὕβριν· ὑβριστὴς γὰρ ὁ ἀλαζών. Λέγει δὲ, ὅτι τὴν μὲν ἰσχὺν αὐτῶν καταλύσουσι, καὶ αὐτοὺς μὲν αἰχμαλώτους ἀπάξουσι, τὰ δὲ κτήνη ληΐσονται, καὶ ἐπὶ χρόνῳ πολλῷ ἀθόλωτον τοῦ ποταμοῦ τὸ ῥεῖθρον μενεῖ, μήτε κτήνους αὐτὸ, μήτε ἀνθρώπου ταράττοντος, διὰ τὴν συμβᾶσαν ἐκ τῆς αἰχμαλωσίας ἐρημίαν· καὶ ὅτι παυσάμενοι τοῦ τῇδε κἀκεῖσε μετοχετεύεσθαι αἱ διώρυγες, ὡς ἔλαιον, φησὶ, πορεύσονται, τουτέστιν ἡσύχως καὶ ἡμέρως, οὐδενὸς ἐμποδὼν γινομένου. Ταῦτα δὲ, φησὶν, ἔσται ἐρημίας αὐτὴν καταλαβούσης, καὶ τῶν οἰκητόρων αὐτῆς ἀπαχθέντων δορυαλώτων. «Καὶ γνώσονται, φησὶν, ὅτι ἐγώ εἰμι Κύριος.» Τῇ γὰρ πείρᾳ τῶν κακῶν καὶ τὴν οἰκείαν εὐτέλειαν διδαχθήσονται, καὶ τὴν ἐμὴν ἐπιγνώσονται δεσποτείαν. Εἶτα λέγει, ὅτι καὶ ιϛʹ. Αἱ θυγατέρες τῶν ἐθνῶν [λέγει δὲ τὰς πόλεις καὶ τὰς κώμας] θρηνήσουσιν αὐτὸν, ἐπ' Αἴγυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς, θρηνήσουσιν αὐτὸν, λέγει Ἀδωναῒ Κύριος. Οὐ μόνον, φησὶ, τὸ τῶν Αἰγυπτίων ἔθνος, ἀλλὰ καὶ τὸν τούτων θρηνήσουσι βασιλέα αἱ τῶν ἄλλων ἐθνῶν πόλεις, τὴν προτέραν εὐπραξίαν λογιζόμεναι, καὶ τὴν ἐξαπιναίως γενομένην ὁρῶσαι μεταβολήν. ιζʹ, ιηʹ. Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ πρώτῳ μηνὶ, πεντεκαιδεκάτῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ κλίνων πάρελκε αὐτόν. Τῷ λόγῳ, φησὶ, τῆς προφητείας ἀπὸ τῆς στάσεως αὐτὸν παρακλίνων, καὶ ἀπὸ τῶν βασιλείων θρόνων παράσυρον αὐτὸν, καὶ καταβίβασον. «Καὶ καταβιβάσουσι τὰς θυγατέρας αὐτῆς, τὰ ἔθνη, νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον.» Θυγατέρας πάλιν τὰς πόλεις καὶ τὰς κώμας καλεῖ, ἃς λέγει θανάτῳ παραδοθήσεσθαι· βόθρον γὰρ τὸν θάνατον ὠνόμασεν, ἀπὸ τοῦ τάφου τεθεικὼς τὴν προσηγορίαν.