Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1136
Not analysed yet
ιθʹ. Ἐξ ὑδάτων εὐπρεπῶν κατάβηθι, καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων. Ἡ πάλαι, φησὶ, τοῖς ποταμίοις ὕδασιν ἐντρυφήσασα, καὶ ἐκ τῶν ἐκείνοις φυομένων καρπῶν εὐπρέπειαν δεξαμένη, μὴ περιτεμοῦσα δὲ τὴν τῆς καρδίας ἀσέβειαν, τοῖς παραπλησίοις σοι κοινώνησον τῆς σφαγῆς. Εἶτα πάλιν τὰ αὐτὰ εἰρηκὼς ἐπήγαγεν· καʹ. Καὶ ἐροῦσί σοι οἱ γίγαντες οἱ ἐν βάθει βόθρου· Γίνου· τίνος γὰρ κρείττων εἶ; Κατάβηθι, κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσῳ τραυματιῶν μαχαίρας. Ταῦτα καὶ ὁ μακάριος Ἡσαΐας περὶ τοῦ Βαβυλωνίου φησί· «Καὶ ἐροῦσί σοι οἱ ἄρχοντες οἱ ἀπ' αἰῶνος· Καὶ σὺ ἑάλως, ὥσπερ καὶ ἡμεῖς· ἐν ἡμῖν δὲ κατελογίσθης· κατέβη εἰς ᾄδου ἡ δόξα σου, καὶ ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ.» Καὶ ἐνταῦθα δέ φησιν· Ἐροῦσί σοι οἱ ἐν δυνάμει περιφανεῖς γεγενημένοι, καὶ πάλαι τεθνεῶτες· τούτους γὰρ ἐκάλεσε γίγαντας· Γίνου, τουτέστιν, ὁμοίως ἡμῖν νεκρός· τίνος γὰρ κρείττων εἶ, ὅτι πειρᾶσαι εἶναι ἀθάνατος; Κατάβηθι τοίνυν, καὶ δέξαι τοῦ βίου τὸ τέλος, καὶ τοῖς ὅμοιά σοι τετολμηκόσιν ὁμοίαν δέξαι τὴν σφαγήν· εἶτα λέγει τοὺς ἐπισήμους ἐν δυνάμει γεγενημένους. κβʹ, κγʹ. Ἐκεῖ Ἀσσοὺρ, καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν. Καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου, καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ. Τίς, φησὶν, ἐγένετο πολυθρύλλητος, ὡς τῶν Ἀσσυρίων ὁ βασιλεύς; Ἀλλ' ὅμως, φησὶ, καὶ οὗτος ἐδέξατο τοῦ βίου τὸ τέλος, καὶ πᾶσα αὐτοῦ ἡ στρατεία τῆς τελευτῆς αὐτοῦ κεκοινώνηκε. «Πάντες οἱ τραυματίαι πεπτωκότες μαχαίρᾳ, οἳ ἔδωκαν τὰς ταφὰς αὑτῶν ἐν μηροῖς λάκκου.» Τὸ εἶδος τῶν τάφων οὕτως ὠνόμασε· προμήκεις γὰρ οἱ τάφοι, καὶ μηροῖς ἐοικότες. «Καὶ ἐγενήθη ἐκκλησία περικύκλῳ τῆς ταφῆς αὐτοῦ, πάντες οἱ τραυματίαι πίπτοντες μαχαίρᾳ.» Τῷ βασιλεῖ γὰρ αὐτῶν καὶ αὐτοὶ ὁμοίως ἐδέξαντο τὴν σφαγὴν, καὶ παρὰ τὸ ἐκείνου σῆμα σφαγῇ παρεδόθησαν. Καὶ ταῦτα, φησὶν, ἔπαθον ἄνδρες, «Ἰδόντες τὸν φόβον αὑτῶν ἐπὶ γῆς ζωῆς.» Ἀλλ' ὅμως ἐκεῖνοι πάντες ἐκδειματοῦντες καὶ δεδιττόμενοι λήψονται, φησὶ, τὸν καταισχυμμὸν αὑτῶν σὺν τοῖς καταγομένοις εἰς βόθρον· γυμνωθέντες γὰρ ἐκείνης τῆς δόξης μετ' αἰσχύνης καταλύσουσι τὸν βίον, τοῖς ὑπ' αὐτῶν σφαγεῖσιν ὁμοίως δεχόμενοι τὴν σφαγήν. Εἶτα λέγει κατὰ τὸ ἔθνος τὰ μνήματα. κδʹ. Ἐκεῖ Αἰλὰμ καὶ πᾶσα ἡ δύναμις αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, καὶ πᾶν τὸ